1. Home
  2. Read
  3. Byzantine NT

Luke 12

Acknowledge Christ Before Men

1Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριαδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λεγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον, Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζυμης τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις. 2Οὐδὲν δὲ συγκεκαλυμμενον ἐστὶν οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν οὐ γνωσθησεται. 3Ἀνθ᾽ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε, ἐν τῷ φωτὶ ἀκουσθήσεται: καὶ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμειοις, κηρυχθησεται ἐπὶ τῶν δωματων. 4Λέγω δὲ ὑμῖν τοῖς φιλοις μου, Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσοτερον τι ποιῆσαι. 5Ὑποδείξω δὲ ὑμῖν τινα φοβηθῆτε: φοβηθητε τὸν μετὰ τὸ ἀποκτεῖναι ἐξουσίαν ἔχοντα ἐμβαλεῖν εἰς τὴν γεενναν: ναι, λεγω ὑμῖν, τοῦτον φοβηθητε. 6Οὐχὶ πεντε στρουθια πωλεῖται ἀσσαρίων δυο; Καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ. 7Ἀλλὰ καὶ αἱ τριχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. Μὴ οὖν φοβεῖσθε: πολλῶν στρουθιων διαφερετε. 8Λέγω δὲ ὑμῖν, Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ: 9 δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ. 10Καὶ πᾶς ὃς ἐρεῖ λογον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ: τῷ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημησαντι οὐκ ἀφεθήσεται. 11Ὅταν δὲ προσφερωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς τι ἀπολογήσησθε, τι εἴπητε: 12τὸ γὰρ ἅγιον πνεῦμα διδαξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ, δεῖ εἰπεῖν.

Parable of The Rich Fool

13Εἶπεν δε τις αὐτῷ ἐκ τοῦ ὄχλου, Διδάσκαλε, εἰπὲ τῷ ἀδελφῷ μου μερισασθαι μετ᾽ ἐμοῦ τὴν κληρονομιαν. 14 δὲ εἶπεν αὐτῷ, Ἄνθρωπε, τις με κατεστησεν δικαστὴν μεριστὴν ἐφ᾽ ὑμᾶς; 15Εἶπεν δὲ πρὸς αὐτούς, Ὁρᾶτε καὶ φυλασσεσθε ἀπὸ τῆς πλεονεξιας: ὅτι οὐκ ἐν τῷ περισσευειν τινὶ ζωὴ αὐτῷ ἐστὶν ἐκ τῶν ὑπαρχόντων αὐτοῦ. 16Εἶπεν δὲ παραβολὴν πρὸς αὐτούς, λεγων, Ἀνθρώπου τινὸς πλουσιου εὐφόρησεν χωρα: 17καὶ διελογιζετο ἐν ἑαυτῷ λεγων, Τί ποιησω, ὅτι οὐκ ἔχω ποῦ συναξω τοὺς καρπους μου; 18Καὶ εἶπεν, Τοῦτο ποιησω: καθελῶ μου τὰς ἀποθήκας, καὶ μειζονας οἰκοδομήσω, καὶ συναξω ἐκεῖ παντα τὰ γενηματα μου καὶ τὰ ἀγαθά μου. 19Καὶ ἐρῶ τῇ ψυχῇ μου, Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κειμενα εἰς ἔτη πολλα: ἀναπαύου, φαγε, πιε, εὐφραίνου. 20Εἶπεν δὲ αὐτῷ θεος, Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχην σου ἀπαιτοῦσιν ἀπὸ σοῦ: δὲ ἡτοίμασας, τινι ἔσται; 21Οὕτως θησαυριζων ἑαυτῷ, καὶ μὴ εἰς θεὸν πλουτῶν.

Do Not Be Anxious

22Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, Διὰ τοῦτο ὑμῖν λεγω, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν, τι φαγητε: μηδὲ τῷ σωματι, τι ἐνδύσησθε. 23 ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς, καὶ τὸ σῶμα τοῦ ἐνδύματος. 24Κατανοήσατε τοὺς κορακας, ὅτι οὐ σπειρουσιν, οὐδὲ θεριζουσιν, οἷς οὐκ ἔστιν ταμεῖον οὐδὲ ἀποθήκη, καὶ θεὸς τρεφει αὐτούς: πόσῳ μᾶλλον ὑμεῖς διαφερετε τῶν πετεινῶν; 25Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δυναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; 26Εἰ οὖν οὔτε ἐλάχιστον δυνασθε, τι περὶ τῶν λοιπῶν μεριμνᾶτε; 27Κατανοήσατε τὰ κρινα πῶς αὐξάνει: οὐ κοπιᾷ, οὐδὲ νηθει: λεγω δὲ ὑμῖν, οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβαλετο ὡς ἓν τουτων. 28Εἰ δὲ τὸν χορτον ἐν τῷ ἀγρῷ σημερον ὄντα, καὶ αὔριον εἰς κλιβανον βαλλομενον, θεὸς οὕτως ἀμφιέννυσιν, πόσῳ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; 29Καὶ ὑμεῖς μὴ ζητεῖτε τι φαγητε, τι πιητε: καὶ μὴ μετεωριζεσθε. 30Ταῦτα γὰρ παντα τὰ ἔθνη τοῦ κοσμου ἐπιζητεῖ: ὑμῶν δὲ πατὴρ οἶδεν ὅτι χρῄζετε τουτων. 31Πλὴν ζητεῖτε τὴν βασιλειαν τοῦ θεοῦ, καὶ ταῦτα παντα προστεθησεται ὑμῖν. 32Μὴ φοβοῦ, τὸ μικρὸν ποιμνιον: ὅτι εὐδόκησεν πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλειαν. 33Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δοτε ἐλεημοσύνην. Ποιήσατε ἑαυτοῖς βαλαντια μὴ παλαιουμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλεπτης οὐκ ἐγγίζει, οὐδὲ σὴς διαφθειρει: 34ὅπου γαρ ἐστιν θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ καρδια ὑμῶν ἔσται.

41Εἶπεν δὲ αὐτῷ Πέτρος, Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταυτην λεγεις, καὶ πρὸς παντας; 42Εἶπεν δὲ κυριος, Τίς ἄρα ἐστὶν πιστὸς οἰκονόμος καὶ φρονιμος, ὃν καταστησει κυριος ἐπὶ τῆς θεραπειας αὐτοῦ, τοῦ διδοναι ἐν καιρῷ τὸ σιτομετριον; 43Μακάριος δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν κυριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως. 44Ἀληθῶς λεγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστησει αὐτόν. 45Ἐὰν δὲ εἴπῃ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει κυριος μου ἔρχεσθαι, καὶ ἄρξηται τυπτειν τοὺς παῖδας καὶ τὰς παιδισκας, ἐσθίειν τε καὶ πινειν καὶ μεθυσκεσθαι: 46ἥξει κυριος τοῦ δουλου ἐκείνου ἐν ἡμέρᾳ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ οὐ γινωσκει, καὶ διχοτομησει αὐτόν, καὶ τὸ μερος αὐτοῦ μετὰ τῶν ἀπίστων θησει. 47Ἐκεῖνος δὲ δοῦλος γνοὺς τὸ θελημα τοῦ κυριου ἑαυτοῦ, καὶ μὴ ἑτοιμάσας μηδὲ ποιησας πρὸς τὸ θελημα αὐτοῦ, δαρησεται πολλας: 48 δὲ μὴ γνους, ποιησας δὲ ἄξια πληγῶν, δαρησεται ὀλίγας. Παντὶ δὲ ἐδόθη πολυ, πολὺ ζητηθησεται παρ᾽ αὐτοῦ: καὶ παρεθεντο πολυ, περισσοτερον αἰτήσουσιν αὐτόν.

Settle with Your Accuser

49Πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν, καὶ τι θελω εἰ ἤδη ἀνήφθη; 50Βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνεχομαι ἕως οὗ τελεσθῇ. 51Δοκεῖτε ὅτι εἰρήνην παρεγενομην δοῦναι ἐν τῇ γῇ; Οὐχί, λεγω ὑμῖν, ἀλλ᾽ διαμερισμον. 52Ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πεντε ἐν οἴκῳ ἑνὶ διαμεμερισμενοι, τρεῖς ἐπὶ δυσιν, καὶ δυο ἐπὶ τρισιν. 53Διαμερισθήσεται πατὴρ ἐπὶ υἱῷ, καὶ υἱὸς ἐπὶ πατρι: μητηρ ἐπὶ θυγατρι, καὶ θυγατηρ ἐπὶ μητρι: πενθερὰ ἐπὶ τὴν νυμφην αὐτῆς, καὶ νυμφη ἐπὶ τὴν πενθερὰν αὐτῆς. 54Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις, Ὅταν ἴδητε τὴν νεφελην ἀνατέλλουσαν ἀπὸ δυσμῶν, εὐθέως λεγετε, Ὄμβρος ἔρχεται: καὶ γινεται οὕτως. 55Καὶ ὅταν νοτον πνεοντα, λεγετε ὅτι Καύσων ἔσται: καὶ γινεται. 56Ὑποκριταί, τὸ προσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμαζειν: τὸν δὲ καιρὸν τοῦτον πῶς οὐ δοκιμαζετε; 57Τί δὲ καὶ ἀφ᾽ ἑαυτῶν οὐ κρινετε τὸ δικαιον; 58Ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ᾽ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ᾽ αὐτοῦ: μηποτε κατασύρῃ σε πρὸς τὸν κριτην, καὶ κριτης σε παραδῷ τῷ πρακτορι, καὶ πρακτωρ σε βάλῃ εἰς φυλακην. 59Λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν, ἕως οὗ καὶ τὸν ἔσχατον λεπτὸν ἀποδῷς.