1. Home
  2. Read
  3. Byzantine NT

Luke 20

Parable of The Wicked Tenants

9Ἤρξατο δὲ πρὸς τὸν λαὸν λεγειν τὴν παραβολὴν ταυτην: Ἄνθρωπος ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν χρονους ἱκανούς: 10καὶ ἐν καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δῶσιν αὐτῷ. Οἱ δὲ γεωργοὶ δειραντες αὐτὸν ἐξαπέστειλαν κενον. 11Καὶ προσεθετο πεμψαι ἕτερον δοῦλον: οἱ δὲ κἀκεῖνον δειραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενον. 12Καὶ προσεθετο πεμψαι τριτον: οἱ δὲ καὶ τοῦτον τραυματισαντες ἐξέβαλον. 13Εἶπεν δὲ κυριος τοῦ ἀμπελῶνος, Τί ποιησω; Πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν: ἴσως τοῦτον ἰδόντες ἐντραπήσονται. 14Ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογιζοντο πρὸς ἑαυτούς, λεγοντες, Οὗτός ἐστιν κληρονομος: δεῦτε, ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γενηται κληρονομια. 15Καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος, ἀπέκτειναν. Τί οὖν ποιησει αὐτοῖς κυριος τοῦ ἀμπελῶνος; 16Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τουτους, καὶ δωσει τὸν ἀμπελῶνα ἄλλοις. Ἀκούσαντες δὲ εἶπον, Μὴ γενοιτο. 17 δὲ ἐμβλέψας αὐτοῖς εἶπεν, Τί οὖν ἐστιν τὸ γεγραμμενον τοῦτο, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνιας; 18Πᾶς πεσὼν ἐπ᾽ ἐκεῖνον τὸν λιθον συνθλασθησεται: ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ, λικμησει αὐτόν.

Paying Taxes to Caesar

19Καὶ ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐπιβαλεῖν ἐπ᾽ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν: ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν ταυτην εἶπεν. 20Καὶ παρατηρησαντες ἀπέστειλαν ἐγκαθέτους, ὑποκρινομένους ἑαυτοὺς δικαιους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λογου, εἰς τὸ παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος. 21Καὶ ἐπηρώτησαν αὐτόν, λεγοντες, Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λεγεις καὶ διδασκεις: καὶ οὐ λαμβανεις προσωπον, ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδασκεις. 22Ἔξεστιν ἡμῖν Καίσαρι φορον δοῦναι, οὔ; 23Κατανοήσας δὲ αὐτῶν τὴν πανουργιαν, εἶπεν πρὸς αὐτούς, Τί με πειραζετε; 24Ἐπιδείξατέ μοι δηναριον: τινος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; Ἀποκριθέντες δὲ εἶπον, Καίσαρος. 25 δὲ εἶπεν αὐτοῖς, Ἀπόδοτε τοινυν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. 26Καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ: καὶ θαυμασαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ, ἐσίγησαν.

Sadducees Ask About the Resurrection

27Προσελθόντες δε τινες τῶν Σαδδουκαίων, οἱ ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτόν, 28λεγοντες, Διδάσκαλε, Μωσῆς ἔγραψεν ἡμῖν, Ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ἀποθάνῃ, ἵνα λάβῃ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα, καὶ ἐξαναστήσῃ σπερμα τῷ ἀδελφῷ αὐτοῦ. 29Ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν: καὶ πρῶτος λαβὼν γυναῖκα, ἀπέθανεν ἄτεκνος: 30καὶ ἔλαβεν δευτερος τὴν γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος. 31Καὶ τριτος ἔλαβεν αὐτὴν ὡσαύτως. Ὡσαύτως δὲ καὶ οἱ ἑπτά: οὐ κατελιπον τεκνα, καὶ ἀπέθανον. 32Ὕστερον δὲ παντων ἀπέθανεν καὶ γυνη. 33Ἐν τῇ οὖν ἀναστάσει, τινος αὐτῶν γινεται γυνη; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. 34Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς Ἰησοῦς, Οἱ υἱοὶ τοῦ αἰῶνος τουτου γαμοῦσιν καὶ ἐκγαμίσκονται: 35οἱ δὲ καταξιωθεντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε ἐκγαμίζονται: 36οὔτε γὰρ ἀποθανεῖν ἔτι δυνανται: ἰσάγγελοι γαρ εἰσιν, καὶ υἱοί εἰσιν τοῦ θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες. 37Ὅτι δὲ ἐγείρονται οἱ νεκροι, καὶ Μωσῆς ἐμήνυσεν ἐπὶ τῆς βατου, ὡς λεγει, Κύριον τὸν θεὸν Ἀβραὰμ καὶ τὸν θεὸν Ἰσαὰκ καὶ τὸν θεὸν Ἰακώβ. 38Θεὸς δὲ οὐκ ἔστιν νεκρῶν, ἀλλὰ ζωντων: παντες γὰρ αὐτῷ ζῶσιν. 39Ἀποκριθέντες δε τινες τῶν γραμματεων εἶπον, Διδάσκαλε, καλῶς εἶπας. 40Οὐκέτι δὲ ἐτόλμων ἐπερωτᾷν αὐτὸν οὐδέν.