1. Read
  2. Byzantine NT

Luke 24

The Resurrection

1Τῇ δὲ μιᾷ τῶν σαββατων, ὄρθρου βαθεος, ἦλθον ἐπὶ τὸ μνῆμα, φερουσαι ἡτοίμασαν ἀρώματα, και τινες σὺν αὐταῖς. 2Εὗρον δὲ τὸν λιθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημειου. 3Καὶ εἰσελθοῦσαι οὐχ εὗρον τὸ σῶμα τοῦ κυριου Ἰησοῦ. 4Καὶ ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τουτου, καὶ ἰδού, ἄνδρες δυο ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις: 5ἐμφόβων δὲ γενομενων αὐτῶν, καὶ κλινουσῶν τὸ προσωπον εἰς τὴν γῆν, εἶπον πρὸς αὐτάς, Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; 6Οὐκ ἔστιν ὧδε, ἀλλ᾽ ἠγέρθη: μνησθητε ὡς ἐλάλησεν ὑμῖν, ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ, 7λεγων ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν, καὶ σταυρωθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. 8Καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, 9καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημειου, ἀπήγγειλαν ταῦτα παντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς. 10Ἦσαν δὲ Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία Ἰακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα. 11Καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα αὐτῶν, καὶ ἠπίστουν αὐταῖς. 12 δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακυψας βλεπει τὰ ὀθόνια κειμενα μονα: καὶ ἀπῆλθεν πρὸς ἑαυτὸν θαυμαζων τὸ γεγονος.

On the Road to Emmaus

13Καὶ ἰδού, δυο ἐξ αὐτῶν ἦσαν πορευομενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κωμην ἀπέχουσαν σταδιους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ὄνομα Ἐμμαούς. 14Καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ παντων τῶν συμβεβηκοτων τουτων. 15Καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν, καὶ αὐτὸς Ἰησοῦς ἐγγίσας συνεπορευετο αὐτοῖς. 16Οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. 17Εἶπεν δὲ πρὸς αὐτούς, Τίνες οἱ λογοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες, και ἐστε σκυθρωποι; 18Ἀποκριθεὶς δὲ εἷς, ὄνομα Κλεοπᾶς, εἶπεν πρὸς αὐτόν, Σὺ μονος παροικεῖς Ἱερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενομενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταυταις; 19Καὶ εἶπεν αὐτοῖς, Ποῖα; Οἱ δὲ εἶπον αὐτῷ, Τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφητης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ: 20ὅπως τε παρεδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κριμα θανατου, καὶ ἐσταύρωσαν αὐτόν. 21Ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν μελλων λυτροῦσθαι τὸν Ἰσραήλ. Ἀλλά γε σὺν πᾶσιν τουτοις τριτην ταυτην ἡμέραν ἄγει σημερον ἀφ᾽ οὗ ταῦτα ἐγένετο. 22Ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενομεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον: 23καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ, ἦλθον λεγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λεγουσιν αὐτὸν ζῇν. 24Καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτως καθὼς καὶ αἱ γυναῖκες εἶπον: αὐτὸν δὲ οὐκ εἶδον. 25Καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς, ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστευειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται: 26οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν χριστον, καὶ εἰσελθεῖν εἰς τὴν δοξαν αὐτοῦ; 27Καὶ ἀρξάμενος ἀπὸ Μωσέως καὶ ἀπὸ παντων τῶν προφητῶν, διηρμηνευεν αὐτοῖς ἐν πασαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ. 28Καὶ ἤγγισαν εἰς τὴν κωμην οὗ ἐπορεύοντο: καὶ αὐτὸς προσεποιεῖτο πορρωτερω πορευεσθαι. 29Καὶ παρεβιασαντο αὐτόν, λεγοντες, Μεῖνον μεθ᾽ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστίν, καὶ κεκλικεν ἡμέρα. Καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς. 30Καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾽ αὐτῶν, λαβὼν τὸν ἄρτον εὐλόγησεν, καὶ κλασας ἐπεδίδου αὐτοῖς. 31Αὐτῶν δὲ διηνοιχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν: καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾽ αὐτῶν. 32Καὶ εἶπον πρὸς ἀλλήλους, Οὐχὶ καρδια ἡμῶν καιομενη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, καὶ ὡς διηνοιγεν ἡμῖν τὰς γραφας; 33Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον συνηθροισμενους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, 34λεγοντας ὅτι Ἠγέρθη κυριος ὄντως, καὶ ὤφθη Σίμωνι. 35Καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ, καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλασει τοῦ ἄρτου.