1. Home
  2. Read
  3. Byzantine NT

Luke 3

John the Baptist Prepares the Way

1Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, καὶ τετραρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χωρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετραρχοῦντος, 2ἐπὶ ἀρχιερέως Ἄννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ. 3Καὶ ἦλθεν εἰς πᾶσαν τὴν περιχωρον τοῦ Ἰορδάνου, κηρυσσων βαπτισμα μετανοιας εἰς ἄφεσιν ἁμαρτιῶν: 4ὡς γεγραπται ἐν βίβλῳ λογων Ἠσαΐου τοῦ προφητου, λεγοντος, Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν κυριου: εὐθείας ποιεῖτε τὰς τριβους αὐτοῦ. 5Πᾶσα φαραγξ πληρωθησεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθησεται: καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λειας: 6καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτηριον τοῦ θεοῦ.

7Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ᾽ αὐτοῦ, Γεννήματα ἐχιδνῶν, τις ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλουσης ὀργῆς; 8Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοιας: καὶ μὴ ἄρξησθε λεγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν Ἀβραάμ: λεγω γὰρ ὑμῖν ὅτι δυναται θεὸς ἐκ τῶν λιθων τουτων ἐγεῖραι τεκνα τῷ Ἀβραάμ. 9Ἤδη δὲ καὶ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δενδρων κεῖται: πᾶν οὖν δενδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βαλλεται. 10Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λεγοντες, Τί οὖν ποιησομεν; 11Ἀποκριθεὶς δὲ λεγει αὐτοῖς, ἔχων δυο χιτῶνας μεταδοτω τῷ μὴ ἔχοντι: καὶ ἔχων βρωματα ὁμοίως ποιειτω. 12Ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι, καὶ εἶπον πρὸς αὐτόν, Διδάσκαλε, τι ποιησομεν; 13 δὲ εἶπεν πρὸς αὐτούς, Μηδὲν πλεον παρὰ τὸ διατεταγμενον ὑμῖν πρασσετε. 14Ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευομενοι, λεγοντες, Καὶ ἡμεῖς τι ποιησομεν; Καὶ εἶπεν πρὸς αὐτούς, Μηδένα διασεισητε, μηδὲ συκοφαντησητε: καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.

The Genealogy of Jesus Christ

23Καὶ αὐτὸς ἦν Ἰησοῦς ὡσεὶ ἐτῶν τριακοντα ἀρχόμενος, ὢν- ὡς ἐνομίζετο- υἱὸς Ἰωσήφ, τοῦ Ἡλί, 24τοῦ Ματθάτ, τοῦ Λευΐ, τοῦ Μελχί, τοῦ Ἰαννά, τοῦ Ἰωσήφ, 25τοῦ Ματταθίου, τοῦ Ἀμώς, τοῦ Ναούμ, τοῦ Ἐσλί, τοῦ Ναγγαί, 26τοῦ Μαάθ, τοῦ Ματταθίου, τοῦ Σεμεΐ, τοῦ Ἰωσήφ, τοῦ Ἰούδα, 27τοῦ Ἰωανάν, τοῦ Ῥησά, τοῦ Ζοροβάβελ, τοῦ Σαλαθιήλ, τοῦ Νηρί, 28τοῦ Μελχί, τοῦ Ἀδδί, τοῦ Κωσάμ, τοῦ Ἐλμωδάμ, τοῦ Ἤρ, 29τοῦ Ἰωσή, τοῦ Ἐλιέζερ, τοῦ Ἰωρείμ, τοῦ Ματθάτ, τοῦ Λευΐ, 30τοῦ Συμεών, τοῦ Ἰούδα, τοῦ Ἰωσήφ, τοῦ Ἰωνάν, τοῦ Ἐλιακείμ, 31τοῦ Μελεᾶ, τοῦ Μαϊνάν, τοῦ Ματταθά, τοῦ Ναθάν, τοῦ Δαυίδ, 32τοῦ Ἰεσσαί, τοῦ Ὠβήδ, τοῦ Βοόζ, τοῦ Σαλμών, τοῦ Ναασσών, 33τοῦ Ἀμιναδάβ, τοῦ Ἀράμ, τοῦ Ἑσρώμ, τοῦ Φαρές, τοῦ Ἰούδα, 34τοῦ Ἰακώβ, τοῦ Ἰσαάκ, τοῦ Ἀβραάμ, τοῦ Θάρα, τοῦ Ναχώρ, 35τοῦ Σερούχ, τοῦ Ῥαγαῦ, τοῦ Φάλεγ, τοῦ Ἑβέρ, τοῦ Σαλά, 36τοῦ Καϊνάν, τοῦ Ἀρφαξάδ, τοῦ Σήμ, τοῦ Νῶε, τοῦ Λάμεχ, 37τοῦ Μαθουσάλα, τοῦ Ἐνώχ, τοῦ Ἰαρέδ, τοῦ Μαλελεήλ, τοῦ Καϊνάν, 38τοῦ Ἐνώς, τοῦ Σήθ, τοῦ Ἀδάμ, τοῦ θεοῦ.