1. Home
  2. Read
  3. Byzantine NT

Luke 5

Jesus Calls the First Disciples

1Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ τοῦ ἀκούειν τὸν λογον τοῦ θεοῦ, καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λιμνην Γεννησαρέτ: 2καὶ εἶδεν δυο πλοῖα ἑστῶτα παρὰ τὴν λιμνην: οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ᾽ αὐτῶν ἀπέπλυναν τὰ δικτυα. 3Ἐμβὰς δὲ εἰς ἓν τῶν πλοιων, ἦν τοῦ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον. Καὶ καθισας ἐδίδασκεν ἐκ τοῦ πλοιου τοὺς ὄχλους. 4Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπεν πρὸς τὸν Σίμωνα, Ἐπανάγαγε εἰς τὸ βαθος, καὶ χαλασατε τὰ δικτυα ὑμῶν εἰς ἄγραν. 5Καὶ ἀποκριθεὶς Σίμων εἶπεν αὐτῷ, Ἐπιστάτα, δι᾽ ὅλης τῆς νυκτὸς κοπιασαντες οὐδὲν ἐλάβομεν: ἐπὶ δὲ τῷ ῥήματί σου χαλασω τὸ δικτυον. 6Καὶ τοῦτο ποιησαντες, συνεκλεισαν πλῆθος ἰχθύων πολυ: διερρηγνυτο δὲ τὸ δικτυον αὐτῶν: 7καὶ κατενευσαν τοῖς μετοχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ, τοῦ ἐλθόντας συλλαβεσθαι αὐτοῖς: καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθιζεσθαι αὐτά. 8Ἰδὼν δὲ Σίμων Πέτρος προσεπεσεν τοῖς γονασιν Ἰησοῦ, λεγων, Ἔξελθε ἀπ᾽ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κυριε. 9Θάμβος γὰρ περιεσχεν αὐτὸν καὶ παντας τοὺς σὺν αὐτῷ, ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων συνελαβον: 10ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. Καὶ εἶπεν πρὸς τὸν Σίμωνα Ἰησοῦς, Μὴ φοβοῦ: ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. 11Καὶ καταγαγοντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα, ἠκολούθησαν αὐτῷ.

Jesus Heals a Paralytic

17Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν, καὶ αὐτὸς ἦν διδασκων: καὶ ἦσαν καθημενοι Φαρισαῖοι καὶ νομοδιδασκαλοι, οἳ ἦσαν ἐληλυθότες ἐκ πασης κωμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἱερουσαλήμ: καὶ δυναμις κυριου ἦν εἰς τὸ ἰᾶσθαι αὐτούς. 18Καὶ ἰδού, ἄνδρες φεροντες ἐπὶ κλινης ἄνθρωπον ὃς ἦν παραλελυμενος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι ἐνώπιον αὐτοῦ: 19καὶ μὴ εὑρόντες ποιας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον, ἀναβάντες ἐπὶ τὸ δῶμα, διὰ τῶν κεραμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μεσον ἔμπροσθεν τοῦ Ἰησοῦ. 20Καὶ ἰδὼν τὴν πιστιν αὐτῶν, εἶπεν αὐτῷ, Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. 21Καὶ ἤρξαντο διαλογιζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, λεγοντες, Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημιας; Τίς δυναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μονος θεος; 22Ἐπιγνοὺς δὲ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς, Τί διαλογιζεσθε ἐν ταῖς καρδιαις ὑμῶν; 23Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, εἰπεῖν, Ἔγειραι καὶ περιπατει; 24Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας- εἶπεν τῷ παραλελυμένῳ- Σοὶ λεγω, ἔγειραι, καὶ ἄρας τὸ κλινιδιον σου, πορευου εἰς τὸν οἶκόν σου. 25Καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ᾽ κατεκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, δοξαζων τὸν θεον. 26Καὶ ἔκστασις ἔλαβεν ἅπαντας, καὶ ἐδόξαζον τὸν θεον, καὶ ἐπλήσθησαν φοβου, λεγοντες ὅτι Εἴδομεν παραδοξα σημερον.

A Question About Fasting

27Καὶ μετὰ ταῦτα ἐξῆλθεν, καὶ ἐθεάσατο τελωνην, ὀνόματι Λευΐν, καθημενον ἐπὶ τὸ τελωνιον, καὶ εἶπεν αὐτῷ, Ἀκολούθει μοι. 28Καὶ καταλιπὼν ἅπαντα, ἀναστὰς ἠκολούθησεν αὐτῷ. 29Καὶ ἐποίησεν δοχὴν μεγαλην Λευῒς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ: καὶ ἦν ὄχλος τελωνῶν πολυς, καὶ ἄλλων οἳ ἦσαν μετ᾽ αὐτῶν κατακειμενοι. 30Καὶ ἐγόγγυζον οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι πρὸς τοὺς μαθητὰς αὐτοῦ, λεγοντες, Διὰ τι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πινετε; 31Καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν πρὸς αὐτούς, Οὐ χρειαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες. 32Οὐκ ἐλήλυθα καλεσαι δικαιους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετανοιαν. 33Οἱ δὲ εἶπον πρὸς αὐτόν, Διὰ τι οἱ μαθηταὶ Ἰωάννου νηστευουσιν πυκνα, καὶ δεησεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων: οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πινουσιν; 34 δὲ εἶπεν πρὸς αὐτούς, Μὴ δυνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος, ἐν νυμφιος μετ᾽ αὐτῶν ἐστιν, ποιῆσαι νηστευειν; 35Ἐλεύσονται δὲ ἡμέραι, καὶ ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν νυμφιος, τοτε νηστευσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις. 36Ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι Οὐδεὶς ἐπίβλημα ἱματίου καινοῦ ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιον: εἰ δὲ μηγε, καὶ τὸ καινὸν σχιζει, καὶ τῷ παλαιῷ οὐ συμφωνεῖ τὸ ἀπὸ τοῦ καινοῦ. 37Καὶ οὐδεὶς βαλλει οἶνον νεον εἰς ἀσκοὺς παλαιους: εἰ δὲ μηγε, ῥήξει νεος οἶνος τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται, καὶ οἱ ἀσκοὶ ἀπολοῦνται. 38Ἀλλὰ οἶνον νεον εἰς ἀσκοὺς καινοὺς βλητεον, καὶ ἀμφότεροι συντηροῦνται. 39Καὶ οὐδεὶς πιὼν παλαιὸν εὐθέως θελει νεον: λεγει γαρ, παλαιὸς χρηστοτερος ἐστιν.