Mark 13

The Abomination of the Desolation

14Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου, ἑστὼς ὅπου οὐ δεῖ- ἀναγινώσκων νοείτω-τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη: 15 δὲ ἐπὶ τοῦ δώματος μὴ καταβάτω εἰς τὴν οἰκίαν, μηδὲ εἰσελθέτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ: 16καὶ εἰς τὸν ἀγρὸν ὢν μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω, ἆραι τὸ ἱμάτιον αὐτοῦ. 17Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 18Προσεύχεσθε δὲ ἵνα μὴ γένηται φυγὴ ὑμῶν χειμῶνος. 19Ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλίψις, οἵα οὐ γέγονεν τοιαύτη ἀπ᾽ ἀρχῆς κτίσεως ἧς ἔκτισεν θεὸς ἕως τοῦ νῦν, καὶ οὐ μὴ γένηται. 20Καὶ εἰ μὴ κύριος ἐκολόβωσεν τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ: ἀλλὰ διὰ τοὺς ἐκλεκτούς, οὓς ἐξελέξατο, ἐκολόβωσεν τὰς ἡμέρας. 21Τότε ἐάν τις ὑμῖν εἴπῃ, Ἰδού, ὧδε χριστός, Ἰδού, ἐκεῖ, μὴ πιστεύετε. 22Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα καὶ τέρατα, πρὸς τὸ ἀποπλανᾷν, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς. 23Ὑμεῖς δὲ βλέπετε: ἰδού, προείρηκα ὑμῖν πάντα.

The Lesson of the Fig Tree

28Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν: ὅταν αὐτῆς ἤδη κλάδος ἁπαλὸς γένηται, καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν: 29οὕτως καὶ ὑμεῖς, ὅταν ταῦτα ἴδητε γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. 30Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ γενεὰ αὕτη, μέχρι οὗ πάντα ταῦτα γένηται. 31 οὐρανὸς καὶ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. 32Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι οἱ ἐν οὐρανῷ, οὐδὲ υἱός, εἰ μὴ πατήρ. 33Βλέπετε, ἀγρυπνεῖτε καὶ προσεύχεσθε: οὐκ οἴδατε γὰρ πότε καιρός ἐστιν. 34Ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ, καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, καὶ ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. 35Γρηγορεῖτε οὖν: οὐκ οἴδατε γὰρ πότε κύριος τῆς οἰκίας ἔρχεται, ὀψέ, μεσονυκτίου, ἀλεκτοροφωνίας, πρωΐ: 36μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας. 37 δὲ ὑμῖν λέγω πᾶσιν λέγω, Γρηγορεῖτε.

  1. Home
  2. Read
  3. Byzantine NT