1. Home
  2. Read
  3. Byzantine NT

Mark 16

The Resurrection

1Καὶ διαγενομενου τοῦ σαββατου, Μαρία Μαγδαληνὴ καὶ Μαρία Ἰακώβου καὶ Σαλώμη ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. 2Καὶ λιαν πρωῒ τῆς μιᾶς σαββατων ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. 3Καὶ ἔλεγον πρὸς ἑαυτάς, Τίς ἀποκυλίσει ἡμῖν τὸν λιθον ἐκ τῆς θυρας τοῦ μνημειου; 4Καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται λιθος: ἦν γὰρ μεγας σφοδρα. 5Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον, εἶδον νεανισκον καθημενον ἐν τοῖς δεξιοῖς, περιβεβλημενον στολὴν λευκην: καὶ ἐξεθαμβήθησαν. 6 δὲ λεγει αὐταῖς, Μὴ ἐκθαμβεῖσθε: Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον: ἠγέρθη, οὐκ ἔστιν ὧδε: ἴδε, τοπος ὅπου ἔθηκαν αὐτόν. 7Ἀλλ᾽ ὑπάγετε, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι Προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν: ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν. 8Καὶ ἐξελθοῦσαι ἔφυγον ἀπὸ τοῦ μνημειου: εἶχεν δὲ αὐτὰς τρομος καὶ ἔκστασις: καὶ οὐδενὶ οὐδὲν εἶπον, ἐφοβοῦντο γαρ.