1. Home
  2. Read
  3. Byzantine NT

Mark 3

A Great Crowd Follows Jesus

1Καὶ εἰσῆλθεν παλιν εἰς τὴν συναγωγην, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. 2Καὶ παρετηρουν αὐτὸν εἰ τοῖς σαββασιν θεραπευσει αὐτόν, ἵνα κατηγορησωσιν αὐτοῦ. 3Καὶ λεγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα, Ἔγειραι εἰς τὸ μεσον. 4Καὶ λεγει αὐτοῖς, Ἔξεστιν τοῖς σαββασιν ἀγαθοποιῆσαι κακοποιῆσαι; Ψυχὴν σῶσαι ἀποκτεῖναι; Οἱ δὲ ἐσιώπων. 5Καὶ περιβλεψαμενος αὐτοὺς μετ᾽ ὀργῆς, συλλυπουμενος ἐπὶ τῇ πωρωσει τῆς καρδιας αὐτῶν, λεγει τῷ ἀνθρώπῳ, Ἔκτεινον τὴν χεῖρά σου. Καὶ ἐξέτεινεν, καὶ ἀποκατεστάθη χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἄλλη. 6Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι εὐθέως μετὰ τῶν Ἡρῳδιανῶν συμβουλιον ἐποίουν κατ᾽ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν. 7Καὶ Ἰησοῦς ἀνεχώρησεν μετὰ τῶν μαθητῶν αὐτοῦ πρὸς τὴν θαλασσαν: καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησαν αὐτῷ, καὶ ἀπὸ τῆς Ἰουδαίας, 8καὶ ἀπὸ Ἱεροσολύμων, καὶ ἀπὸ τῆς Ἰδουμαίας, καὶ περαν τοῦ Ἰορδάνου, καὶ οἱ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολυ, ἀκούσαντες ὅσα ἐποίει, ἦλθον πρὸς αὐτόν. 9Καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιαριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλιβωσιν αὐτόν. 10Πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ, ἵνα αὐτοῦ ἅψωνται, ὅσοι εἶχον μαστιγας. 11Καὶ τὰ πνευματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ἐθεώρει, προσεπιπτεν αὐτῷ, καὶ ἔκραζεν, λεγοντα ὅτι Σὺ εἶ υἱὸς τοῦ θεοῦ. 12Καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιησωσιν.

Blasphemy against the Holy Spirit

13Καὶ ἀναβαίνει εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός: καὶ ἀπῆλθον πρὸς αὐτόν. 14Καὶ ἐποίησεν δωδεκα, ἵνα ὦσιν μετ᾽ αὐτοῦ, καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρυσσειν, 15καὶ ἔχειν ἐξουσίαν θεραπευειν τὰς νοσους, καὶ ἐκβάλλειν τὰ δαιμονια: 16καὶ ἐπέθηκεν τῷ Σίμωνι ὄνομα Πέτρον: 17καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου: καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα Βοανεργές, ἐστιν, Υἱοὶ Βροντῆς: 18καὶ Ἀνδρέαν, καὶ Φίλιππον, καὶ Βαρθολομαῖον, καὶ Ματθαῖον, καὶ Θωμᾶν, καὶ Ἰάκωβον τὸν τοῦ Ἀλφαίου, καὶ Θαδδαῖον, καὶ Σίμωνα τὸν Κανανίτην, 19καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς καὶ παρεδωκεν αὐτόν.

Καὶ ἔρχονται εἰς οἶκον: 20καὶ συνερχεται παλιν ὄχλος, ὥστε μὴ δυνασθαι αὐτοὺς μητε ἄρτον φαγεῖν. 21Καὶ ἀκούσαντες οἱ παρ᾽ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν: ἔλεγον γὰρ ὅτι Ἐξέστη. 22Καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβαντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει, καὶ ὅτι Ἐν τῷ ἄρχοντι τῶν δαιμονιων ἐκβάλλει τὰ δαιμονια. 23Καὶ προσκαλεσαμενος αὐτούς, ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς, Πῶς δυναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν; 24Καὶ ἐὰν βασιλεια ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δυναται σταθῆναι βασιλεια ἐκείνη. 25Καὶ ἐὰν οἰκία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δυναται σταθῆναι οἰκία ἐκείνη. 26Καὶ εἰ Σατανᾶς ἀνέστη ἐφ᾽ ἑαυτὸν καὶ μεμερισται, οὐ δυναται σταθῆναι, ἀλλὰ τελος ἔχει. 27Οὐδεὶς δυναται τὰ σκευη τοῦ ἰσχυροῦ, εἰσελθὼν εἰς τὴν οἰκίαν αὐτοῦ, διαρπασαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τοτε τὴν οἰκίαν αὐτοῦ διαρπάσῃ. 28Ἀμὴν λεγω ὑμῖν ὅτι παντα ἀφεθήσεται τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων, καὶ βλασφημιαι ὅσας ἂν βλασφημησωσιν: 29ὃς δ᾽ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ᾽ ἔνοχός ἐστιν αἰωνίου κρισεως. 30Ὅτι ἔλεγον, Πνεῦμα ἀκάθαρτον ἔχει.