1. Home
  2. Read
  3. Byzantine NT

Mark 6

Jesus Rejected at Nazareth

1Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶ ἦλθεν εἰς τὴν πατριδα αὐτοῦ: καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. 2Καὶ γενομενου σαββατου, ἤρξατο ἐν τῇ συναγωγῇ διδασκειν: καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο, λεγοντες, Πόθεν τούτῳ ταῦτα; Καὶ τις σοφια δοθεῖσα αὐτῷ, καὶ δυναμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γινονται; 3Οὐχ οὗτός ἐστιν τεκτων, υἱὸς Μαρίας, ἀδελφὸς δὲ Ἰακώβου καὶ Ἰωσῆ καὶ Ἰούδα καὶ Σίμωνος; Καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. 4Ἔλεγεν δὲ αὐτοῖς Ἰησοῦς ὅτι Οὐκ ἔστιν προφητης ἄτιμος, εἰ μὴ ἐν τῇ πατριδι αὐτοῦ, καὶ ἐν τοῖς συγγενεσιν καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. 5Καὶ οὐκ ἠδύνατο ἐκεῖ οὐδεμίαν δυναμιν ποιῆσαι, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας, ἐθεράπευσεν. 6Καὶ ἐθαύμαζεν διὰ τὴν ἀπιστίαν αὐτῶν.

Καὶ περιῆγεν τὰς κωμας κύκλῳ διδασκων.

Jesus Sends out the Twelve Apostles

7Καὶ προσκαλεῖται τοὺς δωδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δυο δυο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευματων τῶν ἀκαθάρτων. 8Καὶ παρηγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδόν, εἰ μὴ ῥάβδον μονον: μὴ πηραν, μὴ ἄρτον, μὴ εἰς τὴν ζωνην χαλκον: 9ἀλλ᾽ ὑποδεδεμένους σανδαλια: καὶ μὴ ἐνδύσησθε δυο χιτῶνας. 10Καὶ ἔλεγεν αὐτοῖς, Ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μενετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν. 11Καὶ ὅσοι ἂν μὴ δεξωνται ὑμᾶς, μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν, ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτυριον αὐτοῖς. Ἀμὴν λεγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις Γομόρροις ἐν ἡμέρᾳ κρισεως, τῇ πολει ἐκείνῃ. 12Καὶ ἐξελθόντες ἐκήρυσσον ἵνα μετανοησωσιν: 13καὶ δαιμονια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.

The Death of John the Baptist

14Καὶ ἤκουσεν βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ ἔλεγεν ὅτι Ἰωάννης βαπτιζων ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυναμεις ἐν αὐτῷ. 15Ἄλλοι ἔλεγον ὅτι Ἠλίας ἐστίν: ἄλλοι δὲ ἔλεγον ὅτι Προφήτης ἐστίν, ὡς εἷς τῶν προφητῶν. 16Ἀκούσας δὲ Ἡρῴδης εἶπεν ὅτι Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτός ἐστιν: αὐτὸς ἠγέρθη ἐκ νεκρῶν. 17Αὐτὸς γὰρ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην, καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ, διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν. 18Ἔλεγεν γὰρ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. 19 δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ, καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι: καὶ οὐκ ἠδύνατο: 20 γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δικαιον καὶ ἅγιον, καὶ συνετηρει αὐτόν: καὶ ἀκούσας αὐτοῦ, πολλὰ ἐποίει, καὶ ἡδέως αὐτοῦ ἤκουεν. 21Καὶ γενομενης ἡμέρας εὐκαίρου, ὅτε Ἡρῴδης τοῖς γενεσιοις αὐτοῦ δεῖπνον ἐποίει τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιαρχοις καὶ τοῖς πρωτοις τῆς Γαλιλαίας, 22καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένης, καὶ ἀρεσάσης τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμενοις, εἶπεν βασιλεὺς τῷ κορασίῳ, Αἴτησόν με ἐὰν θέλῃς, καὶ δωσω σοι: 23καὶ ὤμοσεν αὐτῇ ὅτι ἐάν με αἰτήσῃς, δωσω σοι, ἕως ἡμίσους τῆς βασιλειας μου. 24 δὲ ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς, Τί αἰτήσομαι; δὲ εἶπεν, Τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 25Καὶ εἰσελθοῦσα εὐθέως μετὰ σπουδῆς πρὸς τὸν βασιλεα, ᾐτήσατο, λεγουσα, Θέλω ἵνα μοι δῷς ἐξαυτῆς ἐπὶ πινακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 26Καὶ περιλυπος γενομενος βασιλευς, διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμενους οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι. 27Καὶ εὐθέως ἀποστείλας βασιλεὺς σπεκουλατορα ἐπέταξεν ἐνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ. 28 δὲ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ, καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πινακι, καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ: καὶ τὸ κορασιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. 29Καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον, καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.

Jesus Feeds Five Thousand

30Καὶ συναγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ παντα, καὶ ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν. 31Καὶ εἶπεν αὐτοῖς, Δεῦτε ὑμεῖς αὐτοὶ κατ᾽ ἰδίαν εἰς ἔρημον τοπον, καὶ ἀναπαύεσθε ὀλίγον. Ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοι, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν. 32Καὶ ἀπῆλθον εἰς ἔρημον τοπον τῷ πλοίῳ κατ᾽ ἰδίαν. 33Καὶ εἶδον αὐτοὺς ὑπάγοντας καὶ ἐπέγνωσαν αὐτὸν πολλοι, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πολεων συνεδραμον ἐκεῖ, καὶ προῆλθον αὐτούς, καὶ συνῆλθον πρὸς αὐτόν. 34Καὶ ἐξελθὼν εἶδεν Ἰησοῦς πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾽ αὐτοῖς, ὅτι ἦσαν ὡς προβατα μὴ ἔχοντα ποιμενα: καὶ ἤρξατο διδασκειν αὐτοὺς πολλα. 35Καὶ ἤδη ὥρας πολλῆς γενομενης, προσελθοντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λεγουσιν ὅτι Ἔρημός ἐστιν τοπος, καὶ ἤδη ὥρα πολλη: 36ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κωμας ἀγοράσωσιν ἑαυτοῖς ἄρτους. Τί γὰρ φαγωσιν οὐκ ἔχουσιν. 37 δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. Καὶ λεγουσιν αὐτῷ, Ἀπελθόντες ἀγοράσωμεν δηναριων διακοσιων ἄρτους, καὶ δῶμεν αὐτοῖς φαγεῖν; 38 δὲ λεγει αὐτοῖς, Πόσους ἄρτους ἔχετε; Ὑπάγετε καὶ ἴδετε. Καὶ γνοντες λεγουσιν, Πέντε, καὶ δυο ἰχθύας. 39Καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι παντας συμποσια συμποσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. 40Καὶ ἀνέπεσον πρασιαὶ πρασιαι, ἀνὰ ἑκατὸν καὶ ἀνὰ πεντηκοντα. 41Καὶ λαβὼν τοὺς πεντε ἄρτους καὶ τοὺς δυο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησεν, καὶ κατεκλασεν τοὺς ἄρτους, καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παραθῶσιν αὐτοῖς: καὶ τοὺς δυο ἰχθύας ἐμέρισεν πᾶσιν. 42Καὶ ἔφαγον παντες, καὶ ἐχορτάσθησαν: 43καὶ ἦραν κλασματων δωδεκα κοφινους πληρεις, καὶ ἀπὸ τῶν ἰχθύων. 44Καὶ ἦσαν οἱ φαγοντες τοὺς ἄρτους πεντακισχιλιοι ἄνδρες.

Jesus Walks on Water

45Καὶ εὐθέως ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προαγειν εἰς τὸ περαν πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς ἀπολύσῃ τὸν ὄχλον. 46Καὶ ἀποταξάμενος αὐτοῖς, ἀπῆλθεν εἰς τὸ ὄρος προσευξασθαι. 47Καὶ ὀψίας γενομενης, ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλασσης, καὶ αὐτὸς μονος ἐπὶ τῆς γῆς. 48Καὶ εἶδεν αὐτοὺς βασανιζομενους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ἄνεμος ἐναντίος αὐτοῖς, καὶ περὶ τεταρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτούς, περιπατῶν ἐπὶ τῆς θαλασσης: καὶ ἤθελεν παρελθεῖν αὐτούς. 49Οἱ δε, ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλασσης, ἔδοξαν φαντασμα εἶναι, καὶ ἀνέκραξαν: 50παντες γὰρ αὐτὸν εἶδον, καὶ ἐταράχθησαν. Καὶ εὐθέως ἐλάλησεν μετ᾽ αὐτῶν, καὶ λεγει αὐτοῖς, Θαρσεῖτε: ἐγώ εἰμι, μὴ φοβεῖσθε. 51Καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ἄνεμος: καὶ λιαν ἐκπερισσοῦ ἐν ἑαυτοῖς ἐξίσταντο, καὶ ἐθαύμαζον. 52Οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις: ἦν γὰρ αὐτῶν καρδια πεπωρωμενη.