1. Read
  2. Byzantine NT

Mark 7

What Defiles a Person

1Καὶ συναγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι, και τινες τῶν γραμματεων, ἐλθόντες ἀπὸ Ἱεροσολύμων: 2καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ κοιναῖς χερσιν, τοῦτ᾽ ἔστιν ἀνίπτοις, ἐσθίοντας ἄρτους ἐμέμψαντο. 3Οἱ γὰρ Φαρισαῖοι καὶ παντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νιψωνται τὰς χεῖρας, οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παραδοσιν τῶν πρεσβυτερων: 4καὶ ἀπὸ ἀγορᾶς, ἐὰν μὴ βαπτισωνται, οὐκ ἐσθίουσιν: καὶ ἄλλα πολλα ἐστιν παρελαβον κρατεῖν, βαπτισμοὺς ποτηριων καὶ ξεστῶν καὶ χαλκιων καὶ κλινῶν. 5Ἔπειτα ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς, Διὰ τι οἱ μαθηται σου οὐ περιπατοῦσιν κατὰ τὴν παραδοσιν τῶν πρεσβυτερων, ἀλλὰ ἀνίπτοις χερσὶν ἐσθίουσιν τὸν ἄρτον; 6 δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὅτι Καλῶς προεφητευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γεγραπται, Οὗτος λαὸς τοῖς χειλεσιν με τιμᾷ, δὲ καρδια αὐτῶν πορρω ἀπέχει ἀπ᾽ ἐμοῦ. 7Μάτην δὲ σεβονται με, διδασκοντες διδασκαλιας ἐντάλματα ἀνθρώπων. 8Ἀφέντες γὰρ τὴν ἐντολὴν τοῦ θεοῦ, κρατεῖτε τὴν παραδοσιν τῶν ἀνθρώπων, βαπτισμοὺς ξεστῶν καὶ ποτηριων: καὶ ἄλλα παρομοια τοιαῦτα πολλὰ ποιεῖτε. 9Καὶ ἔλεγεν αὐτοῖς, Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ, ἵνα τὴν παραδοσιν ὑμῶν τηρησητε. 10Μωσῆς γὰρ εἶπεν, Τίμα τὸν πατερα σου καὶ τὴν μητερα σου: και, κακολογῶν πατερα μητερα θανάτῳ τελευτατω: 11ὑμεῖς δὲ λεγετε, Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ τῇ μητρι, Κορβᾶν, ἐστιν, δῶρον, ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς: 12καὶ οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ αὐτοῦ τῇ μητρὶ αὐτοῦ, 13ἀκυροῦντες τὸν λογον τοῦ θεοῦ τῇ παραδοσει ὑμῶν παρεδωκατε: καὶ παρομοια τοιαῦτα πολλὰ ποιεῖτε. 14Καὶ προσκαλεσαμενος παντα τὸν ὄχλον, ἔλεγεν αὐτοῖς, Ἀκούετέ μου παντες, καὶ συνιετε. 15Οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτόν, δυναται αὐτὸν κοινῶσαι: ἀλλὰ τὰ ἐκπορευόμενα ἀπ᾽ αὐτοῦ, ἐκεῖνά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον. 16Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω. 17Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ περὶ τῆς παραβολῆς. 18Καὶ λεγει αὐτοῖς, Οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δυναται αὐτὸν κοινῶσαι, 19ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδιαν, ἀλλ᾽ εἰς τὴν κοιλιαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται, καθαριζον παντα τὰ βρωματα. 20Ἔλεγεν δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον. 21Ἔσωθεν γαρ, ἐκ τῆς καρδιας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, μοιχεῖαι, πορνεῖαι, φονοι, 22κλοπαι, πλεονεξιαι, πονηριαι, δολος, ἀσέλγεια, ὀφθαλμὸς πονηρος, βλασφημια, ὑπερηφανία, ἀφροσύνη: 23παντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται, καὶ κοινοῖ τὸν ἄνθρωπον.

The Syrophoneician Woman’s Faith

24Καὶ ἐκεῖθεν ἀναστὰς ἀπῆλθεν εἰς τὰ μεθορια Τύρου καὶ Σιδῶνος. Καὶ εἰσελθὼν εἰς οἰκίαν, οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν. 25Ἀκούσασα γὰρ γυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγατριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσεπεσεν πρὸς τοὺς ποδας αὐτοῦ: 26ἦν δὲ γυνὴ Ἑλληνίς, Συραφοινίκισσα τῷ γενει: καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμονιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. 27 δὲ Ἰησοῦς εἶπεν αὐτῇ, Ἄφες πρῶτον χορτασθῆναι τὰ τεκνα: οὐ γὰρ καλον ἐστιν λαβεῖν τὸν ἄρτον τῶν τεκνων καὶ βαλεῖν τοῖς κυναριοις. 28 δὲ ἀπεκρίθη καὶ λεγει αὐτῷ, Ναί, κυριε: καὶ γὰρ τὰ κυναρια ὑποκάτω τῆς τραπεζης ἐσθίει ἀπὸ τῶν ψιχιων τῶν παιδιων. 29Καὶ εἶπεν αὐτῇ, Διὰ τοῦτον τὸν λογον ὕπαγε: ἐξελήλυθεν τὸ δαιμονιον ἐκ τῆς θυγατρος σου. 30Καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς, εὗρεν τὸ δαιμονιον ἐξεληλυθός, καὶ τὴν θυγατερα βεβλημενην ἐπὶ τῆς κλινης.

Jesus Heals a Deaf Man

31Καὶ παλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος, ἦλθεν πρὸς τὴν θαλασσαν τῆς Γαλιλαίας, ἀνὰ μεσον τῶν ὁρίων Δεκαπόλεως. 32Καὶ φερουσιν αὐτῷ κωφὸν μογγιλαλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. 33Καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾽ ἰδίαν, ἔβαλεν τοὺς δακτυλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτυσας ἥψατο τῆς γλωσσης αὐτοῦ, 34καὶ ἀναβλέψας εἰς τὸν οὐρανόν, ἐστέναξεν, καὶ λεγει αὐτῷ, Ἐφφαθά, ἐστιν, Διανοίχθητι. 35Καὶ εὐθέως διηνοιχθησαν αὐτοῦ αἱ ἀκοαί: καὶ ἐλύθη δεσμὸς τῆς γλωσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς. 36Καὶ διεστειλατο αὐτοῖς ἵνα μηδενὶ εἴπωσιν: ὅσον δὲ αὐτὸς αὐτοῖς διεστελλετο, μᾶλλον περισσοτερον ἐκήρυσσον. 37Καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο, λεγοντες, Καλῶς παντα πεποιηκεν: καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν, καὶ τοὺς ἀλάλους λαλεῖν.