Matthew 1
2Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ: Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ: Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ: 3Ἰούδας δὲ ἐγέννησεν τὸν Φαρὲς καὶ τὸν Ζαρὰ ἐκ τῆς Θάμαρ: Φαρὲς δὲ ἐγέννησεν τὸν Ἑσρώμ: Ἑσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ: 4Ἀρὰμ δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ: Ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών: Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών: 5Σαλμὼν δὲ ἐγέννησεν τὸν Βοὸζ ἐκ τῆς Ῥαχάβ: Βοὸζ δὲ ἐγέννησεν τὸν Ὠβὴδ ἐκ τῆς Ῥούθ: Ὠβὴδ δὲ ἐγέννησεν τὸν Ἰεσσαί: 6Ἰεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυὶδ τὸν βασιλέα.
Δαυὶδ δὲ ὁ βασιλεὺς ἐγέννησεν τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου: 7Σολομὼν δὲ ἐγέννησεν τὸν Ῥοβοάμ: Ῥοβοὰμ δὲ ἐγέννησεν τὸν Ἀβιά: Ἀβιὰ δὲ ἐγέννησεν τὸν Ἀσά: 8Ἀσὰ δὲ ἐγέννησεν τὸν Ἰωσαφάτ: Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ: Ἰωρὰμ δὲ ἐγέννησεν τὸν Ὀζίαν: 9Ὀζίας δὲ ἐγέννησεν τὸν Ἰωάθαμ: Ἰωάθαμ δὲ ἐγέννησεν τὸν Ἄχαζ: Ἄχαζ δὲ ἐγέννησεν τὸν Ἑζεκίαν: 10Ἑζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ: Μανασσῆς δὲ ἐγέννησεν τὸν Ἀμών: Ἀμὼν δὲ ἐγέννησεν τὸν Ἰωσίαν: 11Ἰωσίας δὲ ἐγέννησεν τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ, ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.
12Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος, Ἰεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ: Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβάβελ: 13Ζοροβάβελ δὲ ἐγέννησεν τὸν Ἀβιούδ: Ἀβιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλιακείμ: Ἐλιακεὶμ δὲ ἐγέννησεν τὸν Ἀζώρ: 14Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ: Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχείμ: Ἀχεὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούδ: 15Ἐλιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλεάζαρ: Ἐλεάζαρ δὲ ἐγέννησεν τὸν Ματθάν: Ματθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ: 16Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς, ὁ λεγόμενος χριστός.
17Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυὶδ γενεαὶ δεκατέσσαρες: καὶ ἀπὸ Δαυὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος, γενεαὶ δεκατέσσαρες: καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ χριστοῦ, γενεαὶ δεκατέσσαρες.
Birth of Jesus
18Τοῦ δὲ Ἰησοῦ χριστοῦ ἡ γέννησις οὕτως ἦν. Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτούς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου. 19Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὤν, καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν. 20Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδού, ἄγγελος κυρίου κατ᾽ ὄναρ ἐφάνη αὐτῷ, λέγων, Ἰωσήφ, υἱὸς Δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου: τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου. 21Τέξεται δὲ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν: αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. 22Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ κυρίου διὰ τοῦ προφήτου, λέγοντος, 23Ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστιν μεθερμηνευόμενον, Μεθ᾽ ἡμῶν ὁ θεός. 24Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου, ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος κυρίου: καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ, 25καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον: καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.