Matthew 13

Parable of the Sower

1Ἐν δὲ τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελθὼν Ἰησοῦς ἀπὸ τῆς οἰκίας ἐκάθητο παρὰ τὴν θάλασσαν. 2Καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς τὸ πλοῖον ἐμβάντα καθῆσθαι: καὶ πᾶς ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει. 3Καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς, λέγων, Ἰδού, ἐξῆλθεν σπείρων τοῦ σπείρειν. 4Καὶ ἐν τῷ σπείρειν αὐτόν, μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτά. 5Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη, ὅπου οὐκ εἶχεν γῆν πολλήν: καὶ εὐθέως ἐξανέτειλεν, διὰ τὸ μὴ ἔχειν βάθος γῆς: 6ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. 7Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἀπέπνιξαν αὐτά. 8Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλήν: καὶ ἐδίδου καρπόν, μὲν ἑκατόν, δὲ ἑξήκοντα, δὲ τριάκοντα. 9 ἔχων ὦτα ἀκούειν ἀκουέτω.

Purpose of the Parables

10Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ, Διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; 11 δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὅτι Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται. 12Ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται: ὅστις δὲ οὐκ ἔχει, καὶ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ. 13Διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσιν, καὶ ἀκούοντες οὐκ ἀκούουσιν, οὐδὲ συνιοῦσιν. 14Καὶ ἀναπληροῦται αὐτοῖς προφητεία Ἠσαΐου, λέγουσα, Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε: καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. 15Ἐπαχύνθη γὰρ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν: μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσιν, καὶ τῇ καρδίᾳ συνῶσιν, καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς. 16Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοί, ὅτι βλέπουσιν: καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούει. 17Ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν βλέπετε, καὶ οὐκ εἶδον: καὶ ἀκοῦσαι ἀκούετε, καὶ οὐκ ἤκουσαν. 18Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείροντος. 19Παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται πονηρός, καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ: οὗτός ἐστιν παρὰ τὴν ὁδὸν σπαρείς. 20 δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν τὸν λόγον ἀκούων, καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν: 21οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ, ἀλλὰ πρόσκαιρός ἐστιν: γενομένης δὲ θλίψεως διωγμοῦ διὰ τὸν λόγον, εὐθὺς σκανδαλίζεται. 22 δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν τὸν λόγον ἀκούων, καὶ μέριμνα τοῦ αἰῶνος τούτου καὶ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται. 23 δὲ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρείς, οὗτός ἐστιν τὸν λόγον ἀκούων καὶ συνιών: ὃς δὴ καρποφορεῖ, καὶ ποιεῖ μὲν ἑκατόν, δὲ ἑξήκοντα, δὲ τριάκοντα.

Parable of the Weeds

24Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς, λέγων, Ὡμοιώθη βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ: 25ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους, ἦλθεν αὐτοῦ ἐχθρὸς καὶ ἔσπειρεν ζιζάνια ἀνὰ μέσον τοῦ σίτου, καὶ ἀπῆλθεν. 26Ὅτε δὲ ἐβλάστησεν χόρτος καὶ καρπὸν ἐποίησεν, τότε ἐφάνη καὶ τὰ ζιζάνια. 27Προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ, Κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; Πόθεν οὖν ἔχει ζιζάνια; 28 δὲ ἔφη αὐτοῖς, Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. Οἱ δὲ δοῦλοι εἶπον αὐτῷ, Θέλεις οὖν ἀπελθόντες συλλέξομεν αὐτά; 29 δὲ ἔφη, Οὔ: μήποτε, συλλέγοντες τὰ ζιζάνια, ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον. 30Ἄφετε συναυξάνεσθαι ἀμφότερα μέχρι τοῦ θερισμοῦ: καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς, Συλλέξατε πρῶτον τὰ ζιζάνια, καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά: τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου.

Parable of the Weeds Explained

36Τότε ἀφεὶς τοὺς ὄχλους ἦλθεν εἰς τὴν οἰκίαν Ἰησοῦς: καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, λέγοντες, Φράσον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ. 37 δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, σπείρων τὸ καλὸν σπέρμα ἐστὶν υἱὸς τοῦ ἀνθρώπου: 38 δὲ ἀγρός ἐστιν κόσμος: τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας: τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ: 39 δὲ ἐχθρὸς σπείρας αὐτά ἐστιν διάβολος: δὲ θερισμὸς συντέλεια τοῦ αἰῶνός ἐστιν: οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν. 40Ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου. 41Ἀποστελεῖ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, 42καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός: ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων. 43Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. ἔχων ὦτα ἀκούειν ἀκουέτω.

  1. Home
  2. Read
  3. Byzantine NT