1. Home
  2. Read
  3. Byzantine NT

Matthew 14

The death of John the Baptist

1Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης τετραρχης τὴν ἀκοὴν Ἰησοῦ, 2καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ, Οὗτός ἐστιν Ἰωάννης βαπτιστης: αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυναμεις ἐνεργοῦσιν ἐν αὐτῷ. 3 γὰρ Ἡρῴδης κρατησας τὸν Ἰωάννην ἔδησεν αὐτὸν καὶ ἔθετο ἐν φυλακῇ, διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. 4Ἔλεγεν γὰρ αὐτῷ Ἰωάννης, Οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν. 5Καὶ θελων αὐτὸν ἀποκτεῖναι, ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφητην αὐτὸν εἶχον. 6Γενεσίων δὲ ἀγομένων τοῦ Ἡρῴδου, ὠρχήσατο θυγατηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ, καὶ ἤρεσεν τῷ Ἡρῴδῃ: 7ὅθεν μεθ᾽ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ἐὰν αἰτήσηται. 8 δε, προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, Δός μοι, φησιν, ὧδε ἐπὶ πινακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 9Καὶ ἐλυπήθη βασιλευς, διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμενους ἐκέλευσεν δοθῆναι: 10καὶ πεμψας ἀπεκεφάλισεν τὸν Ἰωάννην ἐν τῇ φυλακῇ. 11Καὶ ἠνέχθη κεφαλὴ αὐτοῦ ἐπὶ πινακι, καὶ ἐδόθη τῷ κορασίῳ: καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς. 12Καὶ προσελθοντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ σῶμα, καὶ ἔθαψαν αὐτό: καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ.

Jesus feeds Five Thousand

13Καὶ ἀκούσας Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τοπον κατ᾽ ἰδίαν: καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πολεων. 14Καὶ ἐξελθὼν Ἰησοῦς εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾽ αὐτοῖς, καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν. 15Ὀψίας δὲ γενομενης, προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, λεγοντες, Ἔρημός ἐστιν τοπος, καὶ ὥρα ἤδη παρῆλθεν: ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κωμας ἀγοράσωσιν ἑαυτοῖς βρωματα. 16 δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐ χρειαν ἔχουσιν ἀπελθεῖν: δοτε αὐτοῖς ὑμεῖς φαγεῖν. 17Οἱ δὲ λεγουσιν αὐτῷ, Οὐκ ἔχομεν ὧδε εἰ μὴ πεντε ἄρτους καὶ δυο ἰχθύας. 18 δὲ εἶπεν, Φέρετέ μοι αὐτοὺς ὧδε. 19Καὶ κελευσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χορτους, λαβὼν τοὺς πεντε ἄρτους καὶ τοὺς δυο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησεν, καὶ κλασας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. 20Καὶ ἔφαγον παντες, καὶ ἐχορτάσθησαν: καὶ ἦραν τὸ περισσεῦον τῶν κλασματων, δωδεκα κοφινους πληρεις. 21Οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχιλιοι, χωρὶς γυναικῶν καὶ παιδιων.

Jesus Walks on Water

22Καὶ εὐθέως ἠνάγκασεν Ἰησοῦς τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προαγειν αὐτὸν εἰς τὸ περαν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. 23Καὶ ἀπολύσας τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος κατ᾽ ἰδίαν προσευξασθαι: ὀψίας δὲ γενομενης, μονος ἦν ἐκεῖ. 24Τὸ δὲ πλοῖον ἤδη μεσον τῆς θαλασσης ἦν, βασανιζομενον ὑπὸ τῶν κυματων: ἦν γὰρ ἐναντίος ἄνεμος. 25Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθεν πρὸς αὐτοὺς Ἰησοῦς, περιπατῶν ἐπὶ τῆς θαλασσης. 26Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θαλασσαν περιπατοῦντα ἐταράχθησαν, λεγοντες ὅτι Φάντασμά ἐστιν: καὶ ἀπὸ τοῦ φοβου ἔκραξαν. 27Εὐθέως δὲ ἐλάλησεν αὐτοῖς Ἰησοῦς, λεγων, Θαρσεῖτε: ἐγώ εἰμι: μὴ φοβεῖσθε. 28Ἀποκριθεὶς δὲ αὐτῷ Πέτρος εἶπεν, Κύριε, εἰ σὺ εἶ, κελευσον με προς σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα. 29 δὲ εἶπεν, Ἐλθέ. Καὶ καταβὰς ἀπὸ τοῦ πλοιου Πέτρος περιεπατησεν ἐπὶ τὰ ὕδατα, ἐλθεῖν πρὸς τὸν Ἰησοῦν. 30Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη: καὶ ἀρξάμενος καταποντιζεσθαι ἔκραξεν, λεγων, Κύριε, σῶσόν με. 31Εὐθέως δὲ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ, καὶ λεγει αὐτῷ, Ὀλιγόπιστε, εἰς τι ἐδίστασας; 32Καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον, ἐκόπασεν ἄνεμος: 33οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκυνησαν αὐτῷ, λεγοντες, Ἀληθῶς θεοῦ υἱὸς εἶ.