1. Home
  2. Read
  3. Byzantine NT

Matthew 18

Parable of the Lost Sheep

1Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ, λεγοντες, Τίς ἄρα μειζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; 2Καὶ προσκαλεσαμενος Ἰησοῦς παιδιον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν, 3καὶ εἶπεν, Ἀμὴν λεγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γενησθε ὡς τὰ παιδια, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλειαν τῶν οὐρανῶν. 4Ὅστις οὖν ταπεινωσει ἑαυτὸν ὡς τὸ παιδιον τοῦτο, οὗτός ἐστιν μειζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. 5Καὶ ὃς ἐὰν δεξηται παιδιον τοιοῦτον ἓν ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δεχεται: 6ὃς δ᾽ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τουτων τῶν πιστευοντων εἰς ἐμέ, συμφερει αὐτῷ ἵνα κρεμασθῇ μυλος ὀνικὸς εἰς τὸν τραχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελαγει τῆς θαλασσης. 7Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδαλων: ἀνάγκη γαρ ἐστιν ἐλθεῖν τὰ σκανδαλα: πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι᾽ οὗ τὸ σκανδαλον ἔρχεται. 8Εἰ δὲ χειρ σου πους σου σκανδαλιζει σε, ἔκκοψον αὐτὰ καὶ βαλε ἀπὸ σοῦ: καλον σοι ἐστὶν εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν κυλλον, δυο χεῖρας δυο ποδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. 9Καὶ εἰ ὀφθαλμός σου σκανδαλιζει σε, ἔξελε αὐτὸν καὶ βαλε ἀπὸ σοῦ: καλον σοι ἐστὶν μονοφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, δυο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γεενναν τοῦ πυρος. 10Ὁρᾶτε μὴ καταφρονησητε ἑνὸς τῶν μικρῶν τουτων, λεγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλεπουσιν τὸ προσωπον τοῦ πατρος μου τοῦ ἐν οὐρανοῖς. 11Ἦλθεν γὰρ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός. 12Τί ὑμῖν δοκεῖ; Ἐὰν γενηται τινι ἀνθρώπῳ ἑκατὸν προβατα, καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν: οὐχὶ ἀφεὶς τὰ ἐνενήκοντα ἐννέα, ἐπὶ τὰ ὄρη πορευθεὶς ζητεῖ τὸ πλανωμενον; 13Καὶ ἐὰν γενηται εὑρεῖν αὐτό, ἀμὴν λεγω ὑμῖν ὅτι χαιρει ἐπ᾽ αὐτῷ μᾶλλον, ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημενοις. 14Οὕτως οὐκ ἔστιν θελημα ἔμπροσθεν τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τουτων.

Parable of the Unforgiving Servant

21Τότε προσελθὼν αὐτῷ Πέτρος εἶπεν, Κύριε, ποσακις ἁμαρτήσει εἰς ἐμὲ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; Ἕως ἑπτάκις; 22Λέγει αὐτῷ Ἰησοῦς, Οὐ λεγω σοι ἕως ἑπτάκις, ἀλλ᾽ ἕως ἑβδομηκοντάκις ἑπτά. 23Διὰ τοῦτο ὡμοιώθη βασιλεια τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησεν συνᾶραι λογον μετὰ τῶν δουλων αὐτοῦ. 24Ἀρξαμένου δὲ αὐτοῦ συναιρειν, προσηνεχθη αὐτῷ εἷς ὀφειλέτης μυριων ταλαντων. 25Μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν κυριος αὐτοῦ πραθῆναι, καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰ τεκνα, καὶ παντα ὅσα εἶχεν, καὶ ἀποδοθῆναι. 26Πεσὼν οὖν δοῦλος προσεκυνει αὐτῷ, λεγων, Κύριε, μακροθυμησον ἐπ᾽ ἐμοί, καὶ παντα σοι ἀποδώσω. 27Σπλαγχνισθεὶς δὲ κυριος τοῦ δουλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ δανειον ἀφῆκεν αὐτῷ. 28Ἐξελθὼν δὲ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδουλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηναρια, καὶ κρατησας αὐτὸν ἔπνιγεν, λεγων, Ἀπόδος μοι εἴ τι ὀφείλεις. 29Πεσὼν οὖν συνδουλος αὐτοῦ εἰς τοὺς ποδας αὐτοῦ παρεκαλει αὐτόν, λεγων, Μακροθύμησον ἐπ᾽ ἐμοί, καὶ ἀποδώσω σοι. 30 δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακην, ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον. 31Ἰδόντες δὲ οἱ συνδουλοι αὐτοῦ τὰ γενομενα ἐλυπήθησαν σφοδρα: καὶ ἐλθόντες διεσαφησαν τῷ κυρίῳ ἑαυτῶν παντα τὰ γενομενα. 32Τότε προσκαλεσαμενος αὐτὸν κυριος αὐτοῦ λεγει αὐτῷ, Δοῦλε πονηρε, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκαλεσας με: 33οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν συνδουλον σου, ὡς καὶ ἐγώ σε ἠλέησα; 34Καὶ ὀργισθεὶς κυριος αὐτοῦ παρεδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ. 35Οὕτως καὶ πατηρ μου ἐπουράνιος ποιησει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτωματα αὐτῶν.