1. Home
  2. Read
  3. Byzantine NT

Matthew 2

The Visit of the Wise Men

1Τοῦ δὲ Ἰησοῦ γεννηθεντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλεως, ἰδού, μαγοι ἀπὸ ἀνατολῶν παρεγενοντο εἰς Ἱεροσόλυμα, 2λεγοντες, Ποῦ ἐστὶν τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; Εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. 3Ἀκούσας δὲ Ἡρῴδης βασιλεὺς ἐταράχθη, καὶ πᾶσα Ἱεροσόλυμα μετ᾽ αὐτοῦ: 4καὶ συναγαγὼν παντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ, ἐπυνθάνετο παρ᾽ αὐτῶν ποῦ χριστὸς γεννᾶται. 5Οἱ δὲ εἶπον αὐτῷ, Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας: οὕτως γὰρ γεγραπται διὰ τοῦ προφητου, 6Καὶ σὺ Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα: ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαον μου τὸν Ἰσραήλ. 7Τότε Ἡρῴδης, λάθρᾳ καλεσας τοὺς μαγους, ἠκρίβωσεν παρ᾽ αὐτῶν τὸν χρονον τοῦ φαινομενου ἀστέρος. 8Καὶ πεμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπεν, Πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδιου: ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνησω αὐτῷ. 9Οἱ δὲ ἀκούσαντες τοῦ βασιλεως ἐπορεύθησαν: καὶ ἰδού, ἀστήρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτούς, ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδιον. 10Ἰδόντες δὲ τὸν ἀστέρα, ἐχάρησαν χαρὰν μεγαλην σφοδρα. 11Καὶ ἐλθόντες εἰς τὴν οἰκίαν, εἶδον τὸ παιδιον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσοντες προσεκυνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσηνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λιβανον καὶ σμυρναν. 12Καὶ χρηματισθεντες κατ᾽ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην, δι᾽ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χωραν αὐτῶν.

The Return to Nazareth

13Ἀναχωρησάντων δὲ αὐτῶν, ἰδού, ἄγγελος κυριου φαινεται κατ᾽ ὄναρ τῷ Ἰωσήφ, λεγων, Ἐγερθεὶς παραλαβε τὸ παιδιον καὶ τὴν μητερα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι: μελλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδιον, τοῦ ἀπολέσαι αὐτό. 14 δὲ ἐγερθεὶς παρελαβεν τὸ παιδιον καὶ τὴν μητερα αὐτοῦ νυκτος, καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον, 15καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου: ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ κυριου διὰ τοῦ προφητου, λεγοντος, Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. 16Τότε Ἡρῴδης, ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μαγων, ἐθυμώθη λιαν, καὶ ἀποστείλας ἀνεῖλεν παντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσιν τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτερω, κατὰ τὸν χρονον ὃν ἠκρίβωσεν παρὰ τῶν μαγων. 17Τότε ἐπληρώθη τὸ ῥηθὲν ὑπὸ Ἰερεμίου τοῦ προφητου, λεγοντος, 18Φωνὴ ἐν Ῥαμᾶ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολυς, Ῥαχὴλ κλαιουσα τὰ τεκνα αὐτῆς, καὶ οὐκ ἤθελεν παρακληθῆναι, ὅτι οὐκ εἰσίν. 19Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου, ἰδού, ἄγγελος κυριου κατ᾽ ὄναρ φαινεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ, 20λεγων, Ἐγερθεὶς παραλαβε τὸ παιδιον καὶ τὴν μητερα αὐτοῦ, καὶ πορευου εἰς γῆν Ἰσραήλ: τεθνηκασιν γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδιου. 21 δὲ ἐγερθεὶς παρελαβεν τὸ παιδιον καὶ τὴν μητερα αὐτοῦ, καὶ ἦλθεν εἰς γῆν Ἰσραήλ. 22Ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλευει ἐπὶ τῆς Ἰουδαίας ἀντὶ Ἡρῴδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν: χρηματισθεὶς δὲ κατ᾽ ὄναρ, ἀνεχώρησεν εἰς τὰ μερη τῆς Γαλιλαίας, 23καὶ ἐλθὼν κατῴκησεν εἰς πολιν λεγομενην Ναζαρέτ: ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν, ὅτι Ναζωραῖος κληθησεται.