1. Home
  2. Read
  3. Byzantine NT

Matthew 20

Jesus Predicts his Death a Third Time

1Ὁμοία γαρ ἐστιν βασιλεια τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθωσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 2Καὶ συμφωνησας μετὰ τῶν ἐργατῶν ἐκ δηναριου τὴν ἡμέραν, ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 3Καὶ ἐξελθὼν περὶ τριτην ὥραν, εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς: 4καὶ ἐκείνοις εἶπεν, Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ἐὰν δικαιον δωσω ὑμῖν. 5Οἱ δὲ ἀπῆλθον. Πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν, ἐποίησεν ὡσαύτως. 6Περὶ δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθών, εὗρεν ἄλλους ἑστῶτας ἀργούς, καὶ λεγει αὐτοῖς, Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; 7Λέγουσιν αὐτῷ, Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. Λέγει αὐτοῖς, Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ἐὰν δικαιον ληψεσθε. 8Ὀψίας δὲ γενομενης λεγει κυριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ, Κάλεσον τοὺς ἐργάτας, καὶ ἀπόδος αὐτοῖς τὸν μισθον, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρωτων. 9Καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηναριον. 10Ἐλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν ὅτι πλειονα ληψονται: καὶ ἔλαβον καὶ αὐτοὶ ἀνὰ δηναριον. 11Λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου, 12λεγοντες ὅτι Οὗτοι οἱ ἔσχατοι μιαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας, τοῖς βαστασασιν τὸ βαρος τῆς ἡμέρας καὶ τὸν καυσωνα. 13 δὲ ἀποκριθεὶς εἶπεν ἑνὶ αὐτῶν, Ἑταῖρε, οὐκ ἀδικῶ σε: οὐχὶ δηναριου συνεφωνησας μοι; 14Ἆρον τὸ σὸν καὶ ὕπαγε: θελω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοι. 15 οὐκ ἔξεστίν μοι ποιῆσαι θελω ἐν τοῖς ἐμοῖς; Εἰ ὀφθαλμός σου πονηρος ἐστιν, ὅτι ἐγὼ ἀγαθός εἰμι; 16Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι: πολλοὶ γαρ εἰσιν κλητοι, ὀλίγοι δὲ ἐκλεκτοί. 17Καὶ ἀναβαίνων Ἰησοῦς εἰς Ἱεροσόλυμα παρελαβεν τοὺς δωδεκα μαθητὰς κατ᾽ ἰδίαν ἐν τῇ ὁδῷ, καὶ εἶπεν αὐτοῖς, 18Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ υἱὸς τοῦ ἀνθρώπου παραδοθησεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, 19καὶ παραδωσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι: καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.

A Mother's Request

20Τότε προσῆλθεν αὐτῷ μητηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς, προσκυνοῦσα καὶ αἰτοῦσά τι παρ᾽ αὐτοῦ. 21 δὲ εἶπεν αὐτῇ, Τί θελεις; Λέγει αὐτῷ, Εἰπὲ ἵνα καθισωσιν οὗτοι οἱ δυο υἱοί μου, εἷς ἐκ δεξιῶν σου, καὶ εἷς ἐξ εὐωνύμων σου, ἐν τῇ βασιλείᾳ σου. 22Ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν, Οὐκ οἴδατε τι αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτηριον ἐγὼ μελλω πινειν, τὸ βαπτισμα ἐγὼ βαπτιζομαι βαπτισθῆναι; Λέγουσιν αὐτῷ, Δυνάμεθα. 23Καὶ λεγει αὐτοῖς, Τὸ μὲν ποτηριον μου πιεσθε, καὶ τὸ βαπτισμα ἐγὼ βαπτιζομαι βαπτισθησεσθε: τὸ δὲ καθισαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων μου οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρος μου. 24Καὶ ἀκούσαντες οἱ δεκα ἠγανάκτησαν περὶ τῶν δυο ἀδελφῶν. 25 δὲ Ἰησοῦς προσκαλεσαμενος αὐτοὺς εἶπεν, Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριευουσιν αὐτῶν, καὶ οἱ μεγαλοι κατεξουσιαζουσιν αὐτῶν. 26Οὐχ οὕτως δὲ ἔσται ἐν ὑμῖν: ἀλλ᾽ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μεγας γενεσθαι ἔσται ὑμῶν διακονος: 27καὶ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω ὑμῶν δοῦλος: 28ὥσπερ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λυτρον ἀντὶ πολλῶν.