1. Home
  2. Read
  3. Byzantine NT

Matthew 21

The Triumphal Entry

1Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα, καὶ ἦλθον εἰς Βηθσφαγὴ πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν, τοτε Ἰησοῦς ἀπέστειλεν δυο μαθητας, 2λεγων αὐτοῖς, Πορεύθητε εἰς τὴν κωμην τὴν ἀπέναντι ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμενην, καὶ πῶλον μετ᾽ αὐτῆς: λυσαντες ἀγάγετέ μοι. 3Καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι κυριος αὐτῶν χρειαν ἔχει: εὐθέως δὲ ἀποστέλλει αὐτούς. 4Τοῦτο δὲ ὅλον γεγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφητου, λεγοντος, 5Εἴπατε τῇ θυγατρὶ Σιών, Ἰδού, βασιλευς σου ἔρχεταί σοι, πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου. 6Πορευθέντες δὲ οἱ μαθηται, καὶ ποιησαντες καθὼς προσεταξεν αὐτοῖς Ἰησοῦς, 7ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον: καὶ ἐπέθηκαν ἐπάνω αὐτῶν τὰ ἱμάτια αὐτῶν, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν. 8 δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ: ἄλλοι δὲ ἔκοπτον κλαδους ἀπὸ τῶν δενδρων, καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ. 9Οἱ δὲ ὄχλοι οἱ προαγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον, λεγοντες, Ὡσαννὰ τῷ υἱῷ Δαυίδ: εὐλογημένος ἐρχόμενος ἐν ὀνόματι κυριου. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. 10Καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα, ἐσείσθη πᾶσα πολις, λεγουσα, Τίς ἐστιν οὗτος; 11Οἱ δὲ ὄχλοι ἔλεγον, Οὗτός ἐστιν Ἰησοῦς προφητης, ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας.

Jesus Cleanses the Temple

12Καὶ εἰσῆλθεν Ἰησοῦς εἰς τὸ ἱερὸν τοῦ θεοῦ, καὶ ἐξέβαλεν παντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπεζας τῶν κολλυβιστῶν κατεστρεψεν, καὶ τὰς καθεδρας τῶν πωλουντων τὰς περιστερας. 13Καὶ λεγει αὐτοῖς, Γέγραπται, οἶκός μου οἶκος προσευχῆς κληθησεται: ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπηλαιον λῃστῶν. 14Καὶ προσῆλθον αὐτῷ χωλοὶ καὶ τυφλοὶ ἐν τῷ ἱερῷ: καὶ ἐθεράπευσεν αὐτούς. 15Ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμασια ἐποίησεν, καὶ τοὺς παῖδας κραζοντας ἐν τῷ ἱερῷ, καὶ λεγοντας, Ὡσαννὰ τῷ υἱῷ Δαυίδ, ἠγανάκτησαν, 16καὶ εἶπον αὐτῷ, Ἀκούεις τι οὗτοι λεγουσιν; δὲ Ἰησοῦς λεγει αὐτοῖς, Ναί: οὐδέποτε ἀνέγνωτε ὅτι Ἐκ στοματος νηπιων καὶ θηλαζοντων κατηρτισω αἶνον; 17Καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πολεως εἰς Βηθανίαν, καὶ ηὐλίσθη ἐκεῖ.

Parable of the Two Sons

23Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ ἱερόν, προσῆλθον αὐτῷ διδασκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβυτεροι τοῦ λαοῦ, λεγοντες, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Καὶ τις σοι ἔδωκεν τὴν ἐξουσίαν ταυτην; 24Ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἐρωτήσω ὑμᾶς κἀγὼ λογον ἕνα, ὃν ἐὰν εἴπητέ μοι, κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. 25Τὸ βαπτισμα Ἰωάννου ποθεν ἦν; Ἐξ οὐρανοῦ ἐξ ἀνθρώπων; Οἱ δὲ διελογιζοντο παρ᾽ ἑαυτοῖς, λεγοντες, Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν, Διὰ τι οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 26Ἐὰν δὲ εἴπωμεν, Ἐξ ἀνθρώπων, φοβουμεθα τὸν ὄχλον: παντες γὰρ ἔχουσιν τὸν Ἰωάννην ὡς προφητην. 27Καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπον, Οὐκ οἴδαμεν. Ἔφη αὐτοῖς καὶ αὐτός, Οὐδὲ ἐγὼ λεγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. 28Τί δὲ ὑμῖν δοκεῖ; Ἄνθρωπος εἶχεν τεκνα δυο, καὶ προσελθὼν τῷ πρώτῳ εἶπεν, Τέκνον, ὕπαγε, σημερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου. 29 δὲ ἀποκριθεὶς εἶπεν, Οὐ θελω: ὕστερον δὲ μεταμεληθεις, ἀπῆλθεν. 30Καὶ προσελθὼν τῷ δευτέρῳ εἶπεν ὡσαύτως. δὲ ἀποκριθεὶς εἶπεν, Ἐγώ, κυριε: καὶ οὐκ ἀπῆλθεν. 31Τίς ἐκ τῶν δυο ἐποίησεν τὸ θελημα τοῦ πατρος; Λέγουσιν αὐτῷ, πρῶτος. Λέγει αὐτοῖς Ἰησοῦς, Ἀμὴν λεγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πορναι προαγουσιν ὑμᾶς εἰς τὴν βασιλειαν τοῦ θεοῦ. 32Ἦλθεν γὰρ πρὸς ὑμᾶς Ἰωάννης ἐν ὁδῷ δικαιοσυνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ: οἱ δὲ τελῶναι καὶ αἱ πορναι ἐπίστευσαν αὐτῷ: ὑμεῖς δὲ ἰδόντες οὐ μετεμεληθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.

Parable of the Tenants

33Ἄλλην παραβολὴν ἀκούσατε. Ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιεθηκεν, καὶ ὤρυξεν ἐν αὐτῷ ληνον, καὶ ᾠκοδόμησεν πυργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. 34Ὅτε δὲ ἤγγισεν καιρὸς τῶν καρπῶν, ἀπέστειλεν τοὺς δουλους αὐτοῦ πρὸς τοὺς γεωργους, λαβεῖν τοὺς καρποὺς αὐτοῦ. 35Καὶ λαβοντες οἱ γεωργοὶ τοὺς δουλους αὐτοῦ, ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. 36Πάλιν ἀπέστειλεν ἄλλους δουλους πλειονας τῶν πρωτων: καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. 37Ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ, λεγων, Ἐντραπήσονται τὸν υἱόν μου. 38Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς, Οὗτός ἐστιν κληρονομος: δεῦτε, ἀποκτείνωμεν αὐτόν, καὶ κατασχωμεν τὴν κληρονομιαν αὐτοῦ. 39Καὶ λαβοντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν. 40Ὅταν οὖν ἔλθῃ κυριος τοῦ ἀμπελῶνος, τι ποιησει τοῖς γεωργοῖς ἐκείνοις; 41Λέγουσιν αὐτῷ, Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. 42Λέγει αὐτοῖς Ἰησοῦς, Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνιας: παρὰ κυριου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; 43Διὰ τοῦτο λεγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ᾽ ὑμῶν βασιλεια τοῦ θεοῦ, καὶ δοθησεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. 44Καὶ πεσὼν ἐπὶ τὸν λιθον τοῦτον συνθλασθησεται: ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ, λικμησει αὐτόν. 45Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λεγει. 46Καὶ ζητοῦντες αὐτὸν κρατῆσαι, ἐφοβήθησαν τοὺς ὄχλους, ἐπειδὴ ὡς προφητην αὐτὸν εἶχον.