1. Home
  2. Read
  3. Byzantine NT

Matthew 22

Parable of the Wedding feast

1Καὶ ἀποκριθεὶς Ἰησοῦς παλιν εἶπεν αὐτοῖς ἐν παραβολαῖς, λεγων, 2Ὡμοιώθη βασιλεια τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησεν γαμους τῷ υἱῷ αὐτοῦ: 3καὶ ἀπέστειλεν τοὺς δουλους αὐτοῦ καλεσαι τοὺς κεκλημενους εἰς τοὺς γαμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. 4Πάλιν ἀπέστειλεν ἄλλους δουλους, λεγων, Εἴπατε τοῖς κεκλημενοις. Ἰδού, τὸ ἄριστόν μου ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμενα, καὶ παντα ἕτοιμα: δεῦτε εἰς τοὺς γαμους. 5Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, μὲν εἰς τὸν ἴδιον ἀγρόν, δὲ εἰς τὴν ἐμπορίαν αὐτοῦ: 6οἱ δὲ λοιποὶ κρατησαντες τοὺς δουλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν. 7Καὶ ἀκούσας βασιλεὺς ἐκεῖνος ὠργίσθη, καὶ πεμψας τὰ στρατευματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πολιν αὐτῶν ἐνέπρησεν. 8Τότε λεγει τοῖς δουλοις αὐτοῦ, μὲν γαμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημενοι οὐκ ἦσαν ἄξιοι. 9Πορεύεσθε οὖν ἐπὶ τὰς διεξοδους τῶν ὁδῶν, καὶ ὅσους ἂν εὕρητε, καλεσατε εἰς τοὺς γαμους. 10Καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνηγαγον παντας ὅσους εὗρον, πονηρους τε καὶ ἀγαθούς: καὶ ἐπλήσθη γαμος ἀνακειμένων. 11Εἰσελθὼν δὲ βασιλεὺς θεασασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γαμου: 12καὶ λεγει αὐτῷ, Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γαμου; δὲ ἐφιμώθη. 13Τότε εἶπεν βασιλεὺς τοῖς διακονοις, Δήσαντες αὐτοῦ ποδας καὶ χεῖρας, ἄρατε αὐτὸν καὶ ἐκβάλετε εἰς τὸ σκοτος τὸ ἐξώτερον: ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων. 14Πολλοὶ γαρ εἰσιν κλητοι, ὀλίγοι δὲ ἐκλεκτοί.

Sadducees Ask about the Resurrection

23Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, οἱ λεγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτόν, 24λεγοντες, Διδάσκαλε, Μωσῆς εἶπεν, Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τεκνα, ἐπιγαμβρεύσει ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀναστήσει σπερμα τῷ ἀδελφῷ αὐτοῦ. 25Ἦσαν δὲ παρ᾽ ἡμῖν ἑπτὰ ἀδελφοί: καὶ πρῶτος γαμησας ἐτελεύτησεν: καὶ μὴ ἔχων σπερμα, ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ. 26Ὁμοίως καὶ δευτερος, καὶ τριτος, ἕως τῶν ἑπτά. 27Ὕστερον δὲ παντων ἀπέθανεν καὶ γυνη. 28Ἐν τῇ οὖν ἀναστάσει, τινος τῶν ἑπτὰ ἔσται γυνη; Πάντες γὰρ ἔσχον αὐτήν. 29Ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Πλανᾶσθε, μὴ εἰδότες τὰς γραφας, μηδὲ τὴν δυναμιν τοῦ θεοῦ. 30Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε ἐκγαμίζονται, ἀλλ᾽ ὡς ἄγγελοι τοῦ θεοῦ ἐν οὐρανῷ εἰσιν. 31Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν, οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ, λεγοντος, 32Ἐγώ εἰμι θεὸς Ἀβραάμ, καὶ θεὸς Ἰσαάκ, καὶ θεὸς Ἰακώβ; Οὐκ ἔστιν θεὸς θεὸς νεκρῶν, ἀλλὰ ζωντων. 33Καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.