1. Home
  2. Read
  3. Byzantine NT

Matthew 24

Signs of the End of the Age

3Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ὄρους τῶν Ἐλαιῶν, προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ᾽ ἰδίαν, λέγοντες, Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται; Καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας, καὶ τῆς συντελείας τοῦ αἰῶνος; 4Καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτοῖς, Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. 5Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες, Ἐγώ εἰμι χριστός: καὶ πολλοὺς πλανήσουσιν. 6Μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων: ὁρᾶτε, μὴ θροεῖσθε: δεῖ γὰρ πάντα γενέσθαι, ἀλλ᾽ οὔπω ἐστὶν τὸ τέλος. 7Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν: καὶ ἔσονται λιμοὶ καὶ λοιμοὶ καὶ σεισμοὶ κατὰ τόπους. 8Πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων. 9Τότε παραδώσουσιν ὑμᾶς εἰς θλίψιν, καὶ ἀποκτενοῦσιν ὑμᾶς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου. 10Καὶ τότε σκανδαλισθήσονται πολλοί, καὶ ἀλλήλους παραδώσουσιν, καὶ μισήσουσιν ἀλλήλους. 11Καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται, καὶ πλανήσουσιν πολλούς. 12Καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἀγάπη τῶν πολλῶν: 13 δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. 14Καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν: καὶ τότε ἥξει τὸ τέλος.

The Abomination of Desolation

15Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου, ἑστὼς ἐν τόπῳ ἁγίῳ- ἀναγινώσκων νοείτω- 16τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν ἐπὶ τὰ ὄρη: 17 ἐπὶ τοῦ δώματος μὴ καταβαινέτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ: 18καὶ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὰ ἱμάτια αὐτοῦ. 19Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. 20Προσεύχεσθε δὲ ἵνα μὴ γένηται φυγὴ ὑμῶν χειμῶνος, μηδὲ σαββάτῳ. 21Ἔσται γὰρ τότε θλίψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ᾽ ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδ᾽ οὐ μὴ γένηται. 22Καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ: διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. 23Τότε ἐάν τις ὑμῖν εἴπῃ, Ἰδού, ὧδε χριστός, ὧδε, μὴ πιστεύσητε. 24Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα, ὥστε πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς. 25Ἰδού, προείρηκα ὑμῖν. 26Ἐὰν οὖν εἴπωσιν ὑμῖν, Ἰδού, ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε: Ἰδού, ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε. 27Ὥσπερ γὰρ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 28Ὅπου γὰρ ἐὰν τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.

The Lesson of the Fig Tree

32Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν: ὅταν ἤδη κλάδος αὐτῆς γένηται ἁπαλός, καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος: 33οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα πάντα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. 34Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ παρέλθῃ γενεὰ αὕτη, ἕως ἂν πάντα ταῦτα γένηται. 35 οὐρανὸς καὶ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. 36Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, εἰ μὴ πατήρ μου μόνος. 37Ὥσπερ δὲ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται καὶ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 38Ὥσπερ γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ ἐκγαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, 39καὶ οὐκ ἔγνωσαν, ἕως ἦλθεν κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται καὶ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 40Τότε δύο ἔσονται ἐν τῷ ἀγρῷ: εἷς παραλαμβάνεται, καὶ εἷς ἀφίεται. 41Δύο ἀλήθουσαι ἐν τῷ μύλωνι: μία παραλαμβάνεται, καὶ μία ἀφίεται. 42Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ κύριος ὑμῶν ἔρχεται. 43Ἐκεῖνο δὲ γινώσκετε, ὅτι εἰ ᾔδει οἰκοδεσπότης ποίᾳ φυλακῇ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἄν, καὶ οὐκ ἂν εἴασεν διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. 44Διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι: ὅτι ὥρᾳ οὐ δοκεῖτε υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. 45Τίς ἄρα ἐστὶν πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ, τοῦ διδόναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; 46Μακάριος δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως. 47Ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 48Ἐὰν δὲ εἴπῃ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, Χρονίζει κύριός μου ἐλθεῖν, 49καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους, ἐσθίειν δὲ καὶ πίνειν μετὰ τῶν μεθυόντων, 50ἥξει κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ οὐ γινώσκει, 51καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει: ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων.