1. Home
  2. Read
  3. Byzantine NT

Matthew 25

Parable of the Ten Virgins

1Τότε ὁμοιωθήσεται βασιλεια τῶν οὐρανῶν δεκα παρθενοις, αἵτινες λαβοῦσαι τὰς λαμπαδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφιου. 2Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρονιμοι, καὶ αἱ πεντε μωραι. 3Αἵτινες μωραι, λαβοῦσαι τὰς λαμπαδας αὐτῶν, οὐκ ἔλαβον μεθ᾽ ἑαυτῶν ἔλαιον: 4αἱ δὲ φρονιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπαδων αὐτῶν. 5Χρονίζοντος δὲ τοῦ νυμφιου, ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. 6Μέσης δὲ νυκτὸς κραυγὴ γεγονεν, Ἰδού, νυμφιος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. 7Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθενοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπαδας αὐτῶν. 8Αἱ δὲ μωραὶ ταῖς φρονιμοις εἶπον, Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπαδες ἡμῶν σβεννυνται. 9Ἀπεκρίθησαν δὲ αἱ φρονιμοι, λεγουσαι, Μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν: πορευεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. 10Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν νυμφιος: καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾽ αὐτοῦ εἰς τοὺς γαμους, καὶ ἐκλείσθη θυρα. 11Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθενοι, λεγουσαι, Κύριε, κυριε, ἄνοιξον ἡμῖν. 12 δὲ ἀποκριθεὶς εἶπεν, Ἀμὴν λεγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. 13Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Parable of the Tenants

14Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δουλους, καὶ παρεδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ: 15καὶ μὲν ἔδωκεν πεντε ταλαντα, δὲ δυο, δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δυναμιν: καὶ ἀπεδήμησεν εὐθέως. 16Πορευθεὶς δὲ τὰ πεντε ταλαντα λαβὼν εἰργάσατο ἐν αὐτοῖς, καὶ ἐποίησεν ἄλλα πεντε ταλαντα. 17Ὡσαύτως καὶ τὰ δυο ἐκέρδησεν καὶ αὐτὸς ἄλλα δυο. 18 δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ἐν τῇ γῇ, καὶ ἀπέκρυψεν τὸ ἀργύριον τοῦ κυριου αὐτοῦ. 19Μετὰ δὲ χρονον πολὺν ἔρχεται κυριος τῶν δουλων ἐκείνων, καὶ συναιρει μετ᾽ αὐτῶν λογον. 20Καὶ προσελθὼν τὰ πεντε ταλαντα λαβὼν προσηνεγκεν ἄλλα πεντε ταλαντα, λεγων, Κύριε, πεντε ταλαντα μοι παρεδωκας: ἴδε, ἄλλα πεντε ταλαντα ἐκέρδησα ἐπ᾽ αὐτοῖς. 21Ἔφη δὲ αὐτῷ κυριος αὐτοῦ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστε, ἐπὶ ὀλίγα ἦς πιστος, ἐπὶ πολλῶν σε καταστησω: εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυριου σου. 22Προσελθὼν δὲ καὶ τὰ δυο ταλαντα λαβὼν εἶπεν, Κύριε, δυο ταλαντα μοι παρεδωκας: ἴδε, ἄλλα δυο ταλαντα ἐκέρδησα ἐπ᾽ αὐτοῖς. 23Ἔφη αὐτῷ κυριος αὐτοῦ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστε, ἐπὶ ὀλίγα ἦς πιστος, ἐπὶ πολλῶν σε καταστησω: εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυριου σου. 24Προσελθὼν δὲ καὶ τὸ ἓν ταλαντον εἰληφὼς εἶπεν, Κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θεριζων ὅπου οὐκ ἔσπειρας, καὶ συναγων ὅθεν οὐ διεσκορπισας: 25καὶ φοβηθεις, ἀπελθὼν ἔκρυψα τὸ ταλαντον σου ἐν τῇ γῇ: ἴδε, ἔχεις τὸ σον. 26Ἀποκριθεὶς δὲ κυριος αὐτοῦ εἶπεν αὐτῷ, Πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θεριζω ὅπου οὐκ ἔσπειρα, καὶ συναγω ὅθεν οὐ διεσκορπισα: 27ἔδει οὖν σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζιταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. 28Ἄρατε οὖν ἀπ᾽ αὐτοῦ τὸ ταλαντον, καὶ δοτε τῷ ἔχοντι τὰ δεκα ταλαντα. 29Τῷ γὰρ ἔχοντι παντὶ δοθησεται καὶ περισσευθησεται: ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ. 30Καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκοτος τὸ ἐξώτερον. Ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων.

The Final Judgment

31Ὅταν δὲ ἔλθῃ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ παντες οἱ ἅγιοι ἄγγελοι μετ᾽ αὐτοῦ, τοτε καθισει ἐπὶ θρονου δοξης αὐτοῦ, 32καὶ συναχθησεται ἔμπροσθεν αὐτοῦ παντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ᾽ ἀλλήλων, ὥσπερ ποιμὴν ἀφορίζει τὰ προβατα ἀπὸ τῶν ἐρίφων: 33καὶ στησει τὰ μὲν προβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. 34Τότε ἐρεῖ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ, Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρος μου, κληρονομησατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλειαν ἀπὸ καταβολῆς κοσμου. 35Ἐπείνασα γαρ, καὶ ἐδώκατέ μοι φαγεῖν: ἐδίψησα, καὶ ἐποτίσατέ με: ξενος ἤμην, καὶ συνηγαγετε με: 36γυμνος, καὶ περιεβαλετε με: ἠσθένησα, καὶ ἐπεσκέψασθέ με: ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε προς με. 37Τότε ἀποκριθήσονται αὐτῷ οἱ δικαιοι, λεγοντες, Κύριε, ποτε σὲ εἴδομεν πεινῶντα, καὶ ἐθρέψαμεν; διψῶντα, καὶ ἐποτίσαμεν; 38Πότε δε σε εἴδομεν ξενον, καὶ συνηγαγομεν; γυμνον, καὶ περιεβαλομεν; 39Πότε δε σε εἴδομεν ἀσθενῆ, ἐν φυλακῇ, καὶ ἤλθομεν προς σε; 40Καὶ ἀποκριθεὶς βασιλεὺς ἐρεῖ αὐτοῖς, Ἀμὴν λεγω ὑμῖν, ἐφ᾽ ὅσον ἐποιήσατε ἑνὶ τουτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. 41Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων, Πορεύεσθε ἀπ᾽ ἐμοῦ, οἱ κατηραμενοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. 42Ἐπείνασα γαρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν: ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με: 43ξενος ἤμην, καὶ οὐ συνηγαγετε με: γυμνος, καὶ οὐ περιεβαλετε με: ἀσθενής, καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με. 44Τότε ἀποκριθήσονται καὶ αὐτοί, λεγοντες, Κύριε, ποτε σὲ εἴδομεν πεινῶντα, διψῶντα, ξενον, γυμνον, ἀσθενῆ, ἐν φυλακῇ, καὶ οὐ διηκονησαμεν σοι; 45Τότε ἀποκριθήσεται αὐτοῖς, λεγων, Ἀμὴν λεγω ὑμῖν, ἐφ᾽ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τουτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. 46Καὶ ἀπελεύσονται οὗτοι εἰς κολασιν αἰώνιον: οἱ δὲ δικαιοι εἰς ζωὴν αἰώνιον.