1. Home
  2. Read
  3. Byzantine NT

Philippians 4

God’s Provision

10Ἐχάρην δὲ ἐν κυρίῳ μεγαλως, ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν: ἐφ᾽ καὶ ἐφρονεῖτε, ἠκαιρεῖσθε δε. 11Οὐχ ὅτι καθ᾽ ὑστέρησιν λεγω: ἐγὼ γὰρ ἔμαθον, ἐν οἷς εἰμί, αὐτάρκης εἶναι. 12Οἶδα καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσευειν: ἐν παντὶ καὶ ἐν πᾶσιν μεμυημαι καὶ χορταζεσθαι καὶ πεινᾷν, καὶ περισσευειν καὶ ὑστερεῖσθαι. 13Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με χριστῷ. 14Πλὴν καλῶς ἐποιήσατε συγκοινωνησαντες μου τῇ θλιψει. 15Οἴδατε δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λογον δοσεως καὶ ληψεως, εἰ μὴ ὑμεῖς μονοι: 16ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρειαν μοι ἐπέμψατε. 17Οὐχ ὅτι ἐπιζητῶ τὸ δομα, ἀλλ᾽ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεοναζοντα εἰς λογον ὑμῶν. 18Ἀπέχω δὲ παντα καὶ περισσευω: πεπληρωμαι, δεξαμενος παρὰ Ἐπαφροδίτου τὰ παρ᾽ ὑμῶν, ὀσμὴν εὐωδίας, θυσιαν δεκτην, εὐάρεστον τῷ θεῷ. 19 δὲ θεος μου πληρωσει πᾶσαν χρειαν ὑμῶν κατὰ τὸν πλοῦτον αὐτοῦ ἐν δόξῃ, ἐν χριστῷ Ἰησοῦ. 20Τῷ δὲ θεῷ καὶ πατρὶ ἡμῶν δοξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.