1. Home
  2. Read
  3. Byzantine NT

Revelation 10

The Angel and The Little Scroll

1Καὶ εἶδον ἄγγελον ἰσχυρὸν καταβαινοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημενον νεφελην, καὶ ἶρις ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ τὸ προσωπον αὐτοῦ ὡς ἥλιος, καὶ οἱ ποδες αὐτοῦ ὡς στυλοι πυρος: 2καὶ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ βιβλιον ἀνεῳγμένον: καὶ ἔθηκεν τὸν ποδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλασσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς, 3καὶ ἔκραξεν φωνῇ μεγάλῃ ὥσπερ λεων μυκᾶται: καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνας. 4Καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονται, ἔμελλον γραφειν: καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ, λεγουσαν, Σφράγισον ἐλάλησαν αἱ ἑπτὰ βρονται, καὶ μὴ αὐτὰ γράψῃς. 5Καὶ ἄγγελος ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλασσης καὶ ἐπὶ τῆς γῆς ἦρεν τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανόν, 6καὶ ὤμοσεν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ, καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ τὴν θαλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρονος οὐκέτι ἔσται: 7ἀλλ᾽ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπιζειν, καὶ ἐτελέσθη τὸ μυστηριον τοῦ θεοῦ, ὡς εὐηγγέλισεν τοὺς δουλους αὐτοῦ τοὺς προφητας. 8Καὶ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, παλιν λαλοῦσα μετ᾽ ἐμοῦ, καὶ λεγουσα, Ὕπαγε, λαβε τὸ βιβλιδαριον τὸ ἀνεῳγμένον ἐν τῇ χειρὶ τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλασσης καὶ ἐπὶ τῆς γῆς. 9Καὶ ἀπῆλθον πρὸς τὸν ἄγγελον, λεγων αὐτῷ δοῦναί μοι τὸ βιβλιδαριον. Καὶ λεγει μοι, Λάβε καὶ καταφαγε αὐτό: καὶ πικρανεῖ σου τὴν κοιλιαν, ἀλλ᾽ ἐν τῷ στοματι σου ἔσται γλυκὺ ὡς μελι. 10Καὶ ἔλαβον τὸ βιβλιον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου, καὶ κατεφαγον αὐτό, καὶ ἦν ἐν τῷ στοματι μου ὡς μελι, γλυκυ: καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη κοιλια μου. 11Καὶ λεγουσιν μοι, Δεῖ σε παλιν προφητεῦσαι ἐπὶ λαοῖς καὶ ἐπὶ ἔθνεσιν καὶ γλωσσαις καὶ βασιλεῦσιν πολλοῖς.