1. Home
  2. Read
  3. Byzantine NT

Revelation 12

The Woman and The Dragon

1Καὶ σημεῖον μεγα ὤφθη ἐν τῷ οὐρανῷ, γυνὴ περιβεβλημενη τὸν ἥλιον, καὶ σεληνη ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στεφανος ἀστέρων δωδεκα: 2καὶ ἐν γαστρὶ ἔχουσα, ἔκραζεν ὠδίνουσα, καὶ βασανιζομενη τεκεῖν. 3Καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ, καὶ ἰδού, δρακων πυρὸς μεγας, ἔχων κεφαλὰς ἑπτὰ καὶ κερατα δεκα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ἑπτὰ διαδηματα. 4Καὶ οὐρὰ αὐτοῦ συρει τὸ τριτον τῶν ἀστέρων τοῦ οὐρανοῦ, καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν: καὶ δρακων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλουσης τεκεῖν, ἵνα, ὅταν τέκῃ, τὸ τεκνον αὐτῆς καταφάγῃ. 5Καὶ ἔτεκεν υἱὸν ἄρρενα, ὃς μελλει ποιμαινειν παντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ: καὶ ἡρπάσθη τὸ τεκνον αὐτῆς πρὸς τὸν θεὸν καὶ πρὸς τὸν θρονον αὐτοῦ. 6Καὶ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει ἐκεῖ τοπον ἡτοιμασμένον ὑπὸ τοῦ θεοῦ, ἵνα ἐκεῖ ἐκτρέφωσιν αὐτὴν ἡμέρας χιλιας διακοσιας ἑξήκοντα.

Satan Thrown Down to Earth

7Καὶ ἐγένετο πολεμος ἐν τῷ οὐρανῷ: Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ πολεμῆσαι μετὰ τοῦ δρακοντος: καὶ δρακων ἐπολέμησεν, καὶ οἱ ἄγγελοι αὐτοῦ, 8καὶ οὐκ ἴσχυσεν, οὐδὲ τοπος εὑρέθη αὐτῷ ἔτι ἐν τῷ οὐρανῷ. 9Καὶ ἐβλήθη δρακων μεγας, ὄφις ἀρχαῖος, καλουμενος διαβολος καὶ Σατανᾶς, πλανῶν τὴν οἰκουμένην ὅλην: ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι αὐτοῦ μετ᾽ αὐτοῦ ἐβλήθησαν. 10Καὶ ἤκουσα φωνὴν μεγαλην ἐν τῷ οὐρανῷ, λεγουσαν, Ἄρτι ἐγένετο σωτηρια καὶ δυναμις καὶ βασιλεια τοῦ θεοῦ ἡμῶν, καὶ ἐξουσία τοῦ χριστοῦ αὐτοῦ: ὅτι ἐβλήθη κατηγορος τῶν ἀδελφῶν ἡμῶν, κατηγορῶν αὐτῶν ἐνώπιον τοῦ θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτος. 11Καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου, καὶ διὰ τὸν λογον τῆς μαρτυριας αὐτῶν, καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανατου. 12Διὰ τοῦτο εὐφραίνεσθε, οὐρανοὶ καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες. Οὐαὶ τῇ γῇ καὶ τῇ θαλάσσῃ, ὅτι κατεβη διαβολος πρὸς ὑμᾶς ἔχων θυμὸν μεγαν, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει.