1. Home
  2. Read
  3. Byzantine NT

Revelation 13

The First Beast

1Καὶ ἐστάθην ἐπὶ τὴν ἄμμον τῆς θαλασσης: καὶ εἶδον ἐκ τῆς θαλασσης θηριον ἀναβαῖνον, ἔχον κερατα δεκα καὶ κεφαλὰς ἑπτά, καὶ ἐπὶ τῶν κερατων αὐτοῦ δεκα διαδηματα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ὀνόματα βλασφημιας. 2Καὶ τὸ θηριον, εἶδον, ἦν ὅμοιον παρδαλει, καὶ οἱ ποδες αὐτοῦ ὡς ἄρκου, καὶ τὸ στομα αὐτοῦ ὡς στομα λεοντος: καὶ ἔδωκεν αὐτῷ δρακων τὴν δυναμιν αὐτοῦ, καὶ τὸν θρονον αὐτοῦ, καὶ ἐξουσίαν μεγαλην. 3Καὶ μιαν ἐκ τῶν κεφαλῶν αὐτοῦ ὡσεὶ ἐσφαγμένην εἰς θανατον: καὶ πληγὴ τοῦ θανατου αὐτοῦ ἐθεραπεύθη: καὶ ἐθαύμασεν ὅλη γῆ ὀπίσω τοῦ θηριου: 4καὶ προσεκυνησαν τῷ δρακοντι τῷ δεδωκοτι τὴν ἐξουσίαν τῷ θηρίῳ, καὶ προσεκυνησαν τῷ θηρίῳ, λεγοντες, Τίς ὅμοιος τῷ θηρίῳ; Καὶ τις δυνατὸς πολεμῆσαι μετ᾽ αὐτοῦ; 5Καὶ ἐδόθη αὐτῷ στομα λαλοῦν μεγαλα καὶ βλασφημιαν: καὶ ἐδόθη αὐτῷ ἐξουσία πολεμον ποιῆσαι μῆνας τεσσαρακοντα δυο. 6Καὶ ἤνοιξεν τὸ στομα αὐτοῦ εἰς βλασφημιαν πρὸς τὸν θεον, βλασφημῆσαι τὸ ὄνομα αὐτοῦ, καὶ τὴν σκηνὴν αὐτοῦ, τοὺς ἐν τῷ οὐρανῷ σκηνοῦντας. 7Καὶ ἐδόθη αὐτῷ ποιῆσαι πολεμον μετὰ τῶν ἁγίων, καὶ νικῆσαι αὐτούς: καὶ ἐδόθη αὐτῷ ἐξουσία ἐπὶ πᾶσαν φυλὴν καὶ λαὸν καὶ γλῶσσαν καὶ ἔθνος. 8Καὶ προσκυνησουσιν αὐτῷ παντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γεγραπται τὸ ὄνομα ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου τοῦ ἐσφαγμένου ἀπὸ καταβολῆς κοσμου. 9Εἴ τις ἔχει οὖς, ἀκουσάτω. 10Εἴ τις ἔχει αἰχμαλωσίαν, ὑπάγει: εἴ τις ἐν μαχαίρᾳ ἀποκτενεῖ, δεῖ αὐτὸν ἐν μαχαίρᾳ ἀποκτανθῆναι. Ὧδέ ἐστιν ὑπομονὴ καὶ πιστις τῶν ἁγίων.

The Second Beast

11Καὶ εἶδον ἄλλο θηριον ἀναβαῖνον ἐκ τῆς γῆς, καὶ εἶχεν κερατα δυο ὅμοια ἀρνίῳ, καὶ ἐλάλει ὡς δρακων. 12Καὶ τὴν ἐξουσίαν τοῦ πρωτου θηριου πᾶσαν ποιεῖ ἐνώπιον αὐτοῦ. Καὶ ἐποίει τὴν γῆν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἵνα προσκυνησωσιν τὸ θηριον τὸ πρῶτον, οὗ ἐθεραπεύθη πληγὴ τοῦ θανατου αὐτοῦ. 13Καὶ ποιεῖ σημεῖα μεγαλα, καὶ πῦρ ἵνα ἐκ τοῦ οὐρανοῦ καταβαίνῃ ἐπὶ τὴν γῆν ἐνώπιον τῶν ἀνθρώπων. 14Καὶ πλανᾷ τοὺς ἐμοὺς τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηριου, λεγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ εἶχεν τὴν πληγὴν καὶ ἔζησεν ἀπὸ τῆς μαχαιρας. 15Καὶ ἐδόθη αὐτῷ πνεῦμα δοῦναι τῇ εἰκόνι τοῦ θηριου, ἵνα καὶ λαλήσῃ εἰκὼν τοῦ θηριου, καὶ ποιήσῃ, ὅσοι ἐὰν μὴ προσκυνησωσιν τῇ εἰκόνι τοῦ θηριου, ἀποκτανθῶσιν. 16Καὶ ποιεῖ παντας, τοὺς μικροὺς καὶ τοὺς μεγαλους, καὶ τοὺς πλουσιους καὶ τοὺς πτωχους, καὶ τοὺς ἐλευθέρους καὶ τοὺς δουλους, ἵνα δωσωσιν αὐτοῖς χαραγματα ἐπὶ τῆς χειρὸς αὐτῶν τῆς δεξιᾶς, ἐπὶ τὸ μετωπον αὐτῶν, 17καὶ ἵνα μη τις δυναται ἀγοράσαι πωλῆσαι, εἰ μὴ ἔχων τὸ χαραγμα, τὸ ὄνομα τοῦ θηριου τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ. 18Ὧδε σοφια ἐστίν. ἔχων νοῦν ψηφισατω τὸν ἀριθμὸν τοῦ θηριου: ἀριθμὸς γὰρ ἀνθρώπου ἐστίν, καὶ ἀριθμὸς αὐτοῦ ἐστὶν ἑξακόσια ἑξήκοντα ἕξ.