1. Home
  2. Read
  3. Byzantine NT

Revelation 21

The New Heaven and The New Earth

1Καὶ εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινην: γὰρ πρῶτος οὐρανὸς καὶ πρωτη γῆ ἀπῆλθον, καὶ θαλασσα οὐκ ἔστιν ἔτι. 2Καὶ τὴν πολιν τὴν ἁγίαν, Ἱερουσαλὴμ καινην, εἶδον καταβαινουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, ἡτοιμασμένην ὡς νυμφην κεκοσμημενην τῷ ἀνδρὶ αὐτῆς. 3Καὶ ἤκουσα φωνῆς μεγαλης ἐκ τοῦ οὐρανοῦ, λεγουσης, Ἰδού, σκηνὴ τοῦ θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνωσει μετ᾽ αὐτῶν, καὶ αὐτοὶ λαὸς αὐτοῦ ἔσονται, καὶ αὐτὸς θεὸς ἔσται μετ᾽ αὐτῶν: 4καὶ ἐξαλείψει πᾶν δακρυον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ θανατος οὐκ ἔσται ἔτι: οὔτε πενθος, οὔτε κραυγη, οὔτε πονος οὐκ ἔσται ἔτι: ὅτι τὰ πρῶτα ἀπῆλθον. 5Καὶ εἶπεν καθημενος ἐπὶ τῷ θρόνῳ, Ἰδού, παντα καινὰ ποιῶ. Καὶ λεγει μοι, Γράψον: ὅτι οὗτοι οἱ λογοι ἀληθινοὶ καὶ πιστοι εἰσιν. 6Καὶ εἶπέν μοι, Γέγονα τὸ Ἄλφα καὶ τὸ , ἀρχὴ καὶ τὸ τελος. Ἐγὼ τῷ διψῶντι δωσω ἐκ τῆς πηγῆς τοῦ ὕδατος τῆς ζωῆς δωρεαν. 7 νικῶν κληρονομησει ταῦτα, καὶ ἔσομαι αὐτῷ θεος, καὶ αὐτὸς ἔσται μοι υἱός. 8Τοῖς δὲ δειλοῖς καὶ ἀπίστοις καὶ ἁμαρτωλοῖς καὶ ἐβδελυγμένοις καὶ φονεῦσιν καὶ πορνοις καὶ φαρμακοις καὶ εἰδωλολάτραις, καὶ πᾶσιν τοῖς ψευδεσιν, τὸ μερος αὐτῶν ἐν τῇ λίμνῃ τῇ καιομένῃ πυρὶ καὶ θείῳ, ἐστιν θανατος δευτερος.

The New Jerusalem

9Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιαλας γεμουσας τῶν ἑπτὰ πληγῶν τῶν ἐσχάτων, καὶ ἐλάλησεν μετ᾽ ἐμοῦ, λεγων, Δεῦρο, δειξω σοι τὴν γυναῖκα τὴν νυμφην τοῦ ἀρνίου. 10Καὶ ἀπήνεγκέν με ἐν πνευματι ἐπ᾽ ὄρος μεγα καὶ ὑψηλόν, καὶ ἔδειξέν μοι τὴν πολιν τὴν μεγαλην, τὴν ἁγίαν Ἱερουσαλήμ, καταβαινουσαν ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, 11ἔχουσαν τὴν δοξαν τοῦ θεοῦ: φωστὴρ αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ, ὡς λίθῳ ἰάσπιδι κρυσταλλιζοντι: 12ἔχουσα τεῖχος μεγα καὶ ὑψηλόν, ἔχουσα πυλῶνας δωδεκα, καὶ ἐπὶ τοῖς πυλῶσιν ἀγγέλους δωδεκα, καὶ ὀνόματα ἐπιγεγραμμένα, ἐστιν ὀνόματα τῶν δωδεκα φυλῶν τῶν υἱῶν Ἰσραήλ. 13Ἀπὸ ἀνατολῶν, πυλῶνες τρεῖς: καὶ ἀπὸ βορρᾶ, πυλῶνες τρεῖς: καὶ ἀπὸ νοτου, πυλῶνες τρεῖς: καὶ ἀπὸ δυσμῶν, πυλῶνες τρεῖς. 14Καὶ τὸ τεῖχος τῆς πολεως ἔχον θεμελιους δωδεκα, καὶ ἐπ᾽ αὐτῶν δωδεκα ὀνόματα τῶν δωδεκα ἀποστόλων τοῦ ἀρνίου. 15Καὶ λαλῶν μετ᾽ ἐμοῦ εἶχεν μετρον καλαμον χρυσοῦν, ἵνα μετρήσῃ τὴν πολιν, καὶ τοὺς πυλῶνας αὐτῆς, καὶ τὸ τεῖχος αὐτῆς. 16Καὶ πολις τετραγωνος κεῖται, καὶ τὸ μῆκος αὐτῆς ὅσον τὸ πλατος. Καὶ ἐμέτρησεν τὴν πολιν τῷ καλάμῳ ἐπὶ σταδιους δωδεκα χιλιαδων: δωδεκα τὸ μῆκος καὶ τὸ πλατος καὶ τὸ ὕψος αὐτῆς ἴσα ἐστίν. 17Καὶ ἐμέτρησεν τὸ τεῖχος αὐτῆς ἑκατὸν τεσσαρακοντα τεσσαρων πηχῶν, μετρον ἀνθρώπου, ἐστιν ἀγγέλου. 18Καὶ ἦν ἐνδόμησις τοῦ τειχους αὐτῆς, ἴασπις: καὶ πολις χρυσιον καθαρον, ὅμοιον ὑέλῳ καθαρῷ. 19Οἱ θεμελιοι τοῦ τειχους τῆς πολεως παντὶ λίθῳ τιμίῳ κεκοσμημενοι. θεμελιος πρῶτος, ἴασπις: δευτερος, σαπφειρος: τριτος, χαλκηδων: τεταρτος, σμαραγδος: 20 πεμπτος, σαρδονυξ: ἕκτος, σαρδιον: ἕβδομος, χρυσολιθος: ὄγδοος, βηρυλλος: ἔνατος, τοπαζιον: δεκατος, χρυσοπρασος: ἑνδέκατος, ὑάκινθος: δωδεκατος, ἀμέθυσος. 21Καὶ οἱ δωδεκα πυλῶνες, δωδεκα μαργαρῖται: ἀνὰ εἷς ἕκαστος τῶν πυλωνων ἦν ἐξ ἑνὸς μαργαριτου: καὶ πλατεῖα τῆς πολεως χρυσιον καθαρον, ὡς ὕελος διαυγης. 22Καὶ ναὸν οὐκ εἶδον ἐν αὐτῇ: γὰρ κυριος θεὸς παντοκρατωρ ναὸς αὐτῆς ἐστίν, καὶ τὸ ἀρνίον. 23Καὶ πολις οὐ χρειαν ἔχει τοῦ ἡλίου, οὐδὲ τῆς σεληνης, ἵνα φαινωσιν αὐτῇ: γὰρ δοξα τοῦ θεοῦ ἐφώτισεν αὐτήν, καὶ λυχνος αὐτῆς τὸ ἀρνίον. 24Καὶ περιπατησουσιν τὰ ἔθνη διὰ τοῦ φωτὸς αὐτῆς: καὶ οἱ βασιλεῖς τῆς γῆς φερουσιν αὐτῷ δοξαν καὶ τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν. 25Καὶ οἱ πυλῶνες αὐτῆς οὐ μὴ κλεισθῶσιν ἡμέρας- νὺξ γὰρ οὐκ ἔσται ἐκεῖ- 26καὶ οἴσουσιν τὴν δοξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν: 27καὶ οὐ μὴ εἰσέλθῃ εἰς αὐτὴν πᾶν κοινον, καὶ ποιοῦν βδελυγμα καὶ ψεῦδος: εἰ μὴ οἱ γεγραμμενοι ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου.