Romans 12

Gifts of Grace

3Λέγω γάρ, διὰ τῆς χάριτος τῆς δοθείσης μοι, παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρ᾽ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς θεὸς ἐμέρισεν μέτρον πίστεως. 4Καθάπερ γὰρ ἐν ἑνὶ σώματι μέλη πολλὰ ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν: 5οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν χριστῷ, δὲ καθ᾽ εἷς ἀλλήλων μέλη. 6Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως: 7εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ: εἴτε διδάσκων, ἐν τῇ διδασκαλίᾳ: 8εἴτε παρακαλῶν, ἐν τῇ παρακλήσει: μεταδιδούς, ἐν ἁπλότητι: προϊστάμενος, ἐν σπουδῇ: ἐλεῶν, ἐν ἱλαρότητι. 9 ἀγάπη ἀνυπόκριτος. Ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ. 10Τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι: τῇ τιμῇ ἀλλήλους προηγούμενοι: 11τῇ σπουδῇ μὴ ὀκνηροί: τῷ πνεύματι ζέοντες: τῷ κυρίῳ δουλεύοντες: 12τῇ ἐλπίδι χαίροντες: τῇ θλίψει ὑπομένοντες: τῇ προσευχῇ προσκαρτεροῦντες: 13ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες: τὴν φιλοξενίαν διώκοντες. 14Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς: εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε. 15Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων. 16Τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες. Μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. Μὴ γίνεσθε φρόνιμοι παρ᾽ ἑαυτοῖς. 17Μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες. Προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων. 18Εἰ δυνατόν, τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες. 19Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ: γέγραπται γάρ, Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει κύριος. 20Ἐὰν οὖν πεινᾷ ἐχθρός σου, ψώμιζε αὐτόν: ἐὰν διψᾷ, πότιζε αὐτόν: τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. 21Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.

  1. Home
  2. Read
  3. Byzantine NT