1. Read
  2. Byzantine NT

Romans 7

Union with Christ

1 ἀγνοεῖτε, ἀδελφοί - γινωσκουσιν γὰρ νομον λαλῶ - ὅτι νομος κυριευει τοῦ ἀνθρώπου ἐφ᾽ ὅσον χρονον ζῇ; 2 γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δεδεται νόμῳ: ἐὰν δὲ ἀποθάνῃ ἀνήρ, κατηργηται ἀπὸ τοῦ νομου τοῦ ἀνδρός. 3Ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματισει, ἐὰν γενηται ἀνδρὶ ἑτέρῳ: ἐὰν δὲ ἀποθάνῃ ἀνήρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νομου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλιδα, γενομενην ἀνδρὶ ἑτέρῳ. 4Ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς ἐθανατώθητε τῷ νόμῳ διὰ τοῦ σωματος τοῦ χριστοῦ, εἰς τὸ γενεσθαι ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντι, ἵνα καρποφορησωμεν τῷ θεῷ. 5Ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκι, τὰ παθηματα τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νομου ἐνηργεῖτο ἐν τοῖς μελεσιν ἡμῶν εἰς τὸ καρποφορῆσαι τῷ θανάτῳ. 6Νυνὶ δὲ κατηργηθημεν ἀπὸ τοῦ νομου, ἀποθανόντες ἐν κατειχομεθα, ὥστε δουλευειν ἡμᾶς ἐν καινοτητι πνευματος, καὶ οὐ παλαιοτητι γραμματος.

Conflict in the Flesh

7Τί οὖν ἐροῦμεν; νομος ἁμαρτία; Μὴ γενοιτο: ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νομου: την τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ νομος ἔλεγεν, Οὐκ ἐπιθυμήσεις: 8ἀφορμὴν δὲ λαβοῦσα ἁμαρτία διὰ τῆς ἐντολῆς κατειργασατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν: χωρὶς γὰρ νομου ἁμαρτία νεκρα. 9Ἐγὼ δὲ ἔζων χωρὶς νομου ποτε: ἐλθούσης δὲ τῆς ἐντολῆς, ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον: 10καὶ εὑρέθη μοι ἐντολὴ εἰς ζωην, αὕτη εἰς θανατον: 11 γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς ἐξηπάτησέν με, καὶ δι᾽ αὐτῆς ἀπέκτεινεν. 12Ὥστε μὲν νομος ἅγιος, καὶ ἐντολὴ ἁγία καὶ δικαια καὶ ἀγαθή. 13Τὸ οὖν ἀγαθὸν ἐμοὶ γεγονεν θανατος; Μὴ γενοιτο. Ἀλλὰ ἁμαρτία, ἵνα φανῇ ἁμαρτία, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομενη θανατον - ἵνα γενηται καθ᾽ ὑπερβολὴν ἁμαρτωλὸς ἁμαρτία διὰ τῆς ἐντολῆς. 14Οἴδαμεν γὰρ ὅτι νομος πνευματικος ἐστιν: ἐγὼ δὲ σαρκικος εἰμι, πεπραμενος ὑπὸ τὴν ἁμαρτίαν. 15 γὰρ κατεργαζομαι, οὐ γινωσκω: οὐ γὰρ θελω, τοῦτο πρασσω: ἀλλ᾽ μισῶ, τοῦτο ποιῶ. 16Εἰ δὲ οὐ θελω, τοῦτο ποιῶ, συμφημι τῷ νόμῳ ὅτι καλος. 17Νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργαζομαι αὐτό, ἀλλ᾽ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. 18Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τοῦτ᾽ ἔστιν ἐν τῇ σαρκι μου, ἀγαθόν: τὸ γὰρ θελειν παρακειται μοι, τὸ δὲ κατεργαζεσθαι τὸ καλὸν οὐχ εὑρίσκω. 19Οὐ γὰρ θελω, ποιῶ ἀγαθόν: ἀλλ᾽ οὐ θελω κακον, τοῦτο πρασσω. 20Εἰ δὲ οὐ θελω ἐγώ, τοῦτο ποιῶ, οὐκέτι ἐγὼ κατεργαζομαι αὐτό, ἀλλ᾽ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. 21Εὑρίσκω ἄρα τὸν νομον τῷ θελοντι ἐμοὶ ποιεῖν τὸ καλον, ὅτι ἐμοὶ τὸ κακὸν παρακειται. 22Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον: 23βλεπω δὲ ἕτερον νομον ἐν τοῖς μελεσιν μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοος μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μελεσιν μου. 24Ταλαίπωρος ἐγὼ ἄνθρωπος: τις με ῥύσεται ἐκ τοῦ σωματος τοῦ θανατου τουτου; 25Εὐχαριστῶ τῷ θεῷ διὰ Ἰησοῦ χριστοῦ τοῦ κυριου ἡμῶν. Ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒ δουλευω νόμῳ θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας.