1. Read
  2. Byzantine NT

Romans 8

Life in The Spirit

1Οὐδὲν ἄρα νῦν κατακριμα τοῖς ἐν χριστῷ Ἰησοῦ, μὴ κατὰ σαρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. 2 γὰρ νομος τοῦ πνευματος τῆς ζωῆς ἐν χριστῷ Ἰησοῦ ἠλευθέρωσέν με ἀπὸ τοῦ νομου τῆς ἁμαρτίας καὶ τοῦ θανατου. 3Τὸ γὰρ ἀδύνατον τοῦ νομου, ἐν ἠσθένει διὰ τῆς σαρκος, θεὸς τὸν ἑαυτοῦ υἱὸν πεμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατεκρινεν τὴν ἁμαρτίαν ἐν τῇ σαρκι: 4ἵνα τὸ δικαιωμα τοῦ νομου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σαρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. 5Οἱ γὰρ κατὰ σαρκα ὄντες τὰ τῆς σαρκὸς φρονοῦσιν: οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνευματος. 6Τὸ γὰρ φρονημα τῆς σαρκὸς θανατος: τὸ δὲ φρονημα τοῦ πνευματος ζωὴ καὶ εἰρήνη: 7διοτι τὸ φρονημα τῆς σαρκὸς ἔχθρα εἰς θεον, τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δυναται: 8οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δυνανται. 9Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκι, ἀλλ᾽ ἐν πνευματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δε τις πνεῦμα χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. 10Εἰ δὲ χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσυνην. 11Εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ἐγείρας τὸν χριστὸν ἐκ νεκρῶν ζῳοποιήσει καὶ τὰ θνητὰ σωματα ὑμῶν, διὰ τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ὑμῖν.

Future Glory

18Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθηματα τοῦ νῦν καιροῦ πρὸς τὴν μελλουσαν δοξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. 19 γὰρ ἀποκαραδοκία τῆς κτισεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται. 20Τῇ γὰρ ματαιοτητι κτισις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ᾽ ἐλπίδι: 21ὅτι καὶ αὐτὴ κτισις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλειας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δοξης τῶν τεκνων τοῦ θεοῦ. 22Οἴδαμεν γὰρ ὅτι πᾶσα κτισις συστεναζει καὶ συνωδινει ἄχρι τοῦ νῦν. 23Οὐ μονον δε, ἀλλὰ καὶ αὐτοὶ τὴν ἀπαρχὴν τοῦ πνευματος ἔχοντες, καὶ ἡμεῖς αὐτοὶ ἐν ἑαυτοῖς στεναζομεν, υἱοθεσίαν ἀπεκδεχόμενοι, τὴν ἀπολύτρωσιν τοῦ σωματος ἡμῶν. 24Τῇ γὰρ ἐλπίδι ἐσώθημεν: ἐλπὶς δὲ βλεπομενη οὐκ ἔστιν ἐλπίς: γὰρ βλεπει τις, τι καὶ ἐλπίζει; 25Εἰ δὲ οὐ βλεπομεν ἐλπίζομεν, δι᾽ ὑπομονῆς ἀπεκδεχόμεθα.

God’s Everlasting Love

31Τί οὖν ἐροῦμεν πρὸς ταῦτα; Εἰ θεὸς ὑπὲρ ἡμῶν, τις καθ᾽ ἡμῶν; 32Ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ᾽ ὑπὲρ ἡμῶν παντων παρεδωκεν αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ παντα ἡμῖν χαρισεται; 33Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ; Θεὸς δικαιῶν: 34τις κατακρινων; Χριστὸς ἀποθανών, μᾶλλον δὲ καὶ ἐγερθείς, ὃς καὶ ἔστιν ἐν δεξιᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. 35Τίς ἡμᾶς χωρισει ἀπὸ τῆς ἀγάπης τοῦ χριστοῦ; Θλίψις, στενοχωρια, διωγμος, λιμος, γυμνοτης, κινδυνος, μαχαιρα; 36Καθὼς γεγραπται ὅτι Ἕνεκέν σου θανατουμεθα ὅλην τὴν ἡμέραν: ἐλογίσθημεν ὡς προβατα σφαγῆς. 37Ἀλλ᾽ ἐν τουτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. 38Πέπεισμαι γὰρ ὅτι οὔτε θανατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυναμεις οὔτε ἐνεστῶτα οὔτε μελλοντα 39οὔτε ὕψωμα οὔτε βαθος οὔτε τις κτισις ἑτέρα δυνησεται ἡμᾶς χωρισαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.