Romans 9

God’s Sovereign Choice

1Ἀλήθειαν λέγω ἐν χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν πνεύματι ἁγίῳ, 2ὅτι λύπη μοι ἐστὶν μεγάλη, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. 3Εὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι ἀπὸ τοῦ χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα: 4οἵτινές εἰσιν Ἰσραηλῖται, ὧν υἱοθεσία καὶ δόξα καὶ αἱ διαθῆκαι καὶ νομοθεσία καὶ λατρεία καὶ αἱ ἐπαγγελίαι, 5ὧν οἱ πατέρες, καὶ ἐξ ὧν χριστὸς τὸ κατὰ σάρκα, ὢν ἐπὶ πάντων, θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. 6Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν λόγος τοῦ θεοῦ. Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ: 7οὐδ᾽ ὅτι εἰσὶν σπέρμα Ἀβραάμ, πάντες τέκνα: ἀλλ᾽ Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. 8Τοῦτ᾽ ἔστιν, οὐ τὰ τέκνα τῆς σαρκός, ταῦτα τέκνα τοῦ θεοῦ: ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα. 9Ἐπαγγελίας γὰρ λόγος οὗτος, Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ Σάρρᾳ υἱός. 10Οὐ μόνον δέ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα, Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν- 11μήπω γὰρ γεννηθέντων, μηδὲ πραξάντων τι ἀγαθὸν κακόν, ἵνα κατ᾽ ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ, οὐκ ἐξ ἔργων, ἀλλ᾽ ἐκ τοῦ καλοῦντος, 12ἐρρήθη αὐτῇ ὅτι μείζων δουλεύσει τῷ ἐλάσσονι. 13Καθὼς γέγραπται, Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα.

19Ἐρεῖς οὖν μοι, Τί ἔτι μέμφεται; Τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; 20Μενοῦνγε, ἄνθρωπε, σὺ τίς εἶ ἀνταποκρινόμενος τῷ θεῷ; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, Τί με ἐποίησας οὕτως; 21 οὐκ ἔχει ἐξουσίαν κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι μὲν εἰς τιμὴν σκεῦος, δὲ εἰς ἀτιμίαν; 22Εἰ δὲ θέλων θεὸς ἐνδείξασθαι τὴν ὀργήν, καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν: 23καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, προητοίμασεν εἰς δόξαν, 24οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν; 25Ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει, Καλέσω τὸν οὐ λαόν μου λαόν μου: καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην. 26Καὶ ἔσται, ἐν τῷ τόπῳ οὗ ἐρρήθη αὐτοῖς, Οὐ λαός μου ὑμεῖς, ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος. 27Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ, Ἐὰν ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται: 28λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ: ὅτι λόγον συντετμημένον ποιήσει κύριος ἐπὶ τῆς γῆς. 29Καὶ καθὼς προείρηκεν Ἠσαΐας, Εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.

  1. Home
  2. Read
  3. Byzantine NT