1. Home
  2. Read
  3. Byzantine NT

Titus 2

Teach Sound Doctrine

1Σὺ δὲ λαλει πρεπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ: 2πρεσβυτας νηφαλεους εἶναι, σεμνους, σωφρονας, ὑγιαίνοντας τῇ πιστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ: 3πρεσβυτιδας ὡσαύτως ἐν καταστηματι ἱεροπρεπεῖς, μὴ διαβολους, μὴ οἴνῳ πολλῷ δεδουλωμενας, καλοδιδασκαλους, 4ἵνα σωφρονιζωσιν τὰς νεας φιλανδρους εἶναι, φιλοτεκνους, 5σωφρονας, ἁγνάς, οἰκουρούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ λογος τοῦ θεοῦ βλασφημῆται: 6τοὺς νεωτερους ὡσαύτως παρακαλει σωφρονεῖν: 7περὶ παντα σεαυτὸν παρεχομενος τυπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ ἀδιαφθορίαν, σεμνοτητα, ἀφθαρσίαν, 8λογον ὑγιῆ, ἀκατάγνωστον, ἵνα ἐξ ἐναντίας ἐντραπῇ, μηδὲν ἔχων περὶ ἡμῶν λεγειν φαῦλον. 9Δούλους ἰδίοις δεσποταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, 10μὴ νοσφιζομενους, ἀλλὰ πιστιν πᾶσαν ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλιαν τοῦ σωτῆρος ἡμῶν θεοῦ κοσμῶσιν ἐν πᾶσιν. 11Ἐπεφάνη γὰρ χαρις τοῦ θεοῦ σωτηριος πᾶσιν ἀνθρώποις, 12παιδευουσα ἡμᾶς ἵνα, ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρονως καὶ δικαιως καὶ εὐσεβῶς ζησωμεν ἐν τῷ νῦν αἰῶνι, 13προσδεχομενοι τὴν μακαριαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δοξης τοῦ μεγαλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ χριστοῦ, 14ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρωσηται ἡμᾶς ἀπὸ πασης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιουσιον, ζηλωτὴν καλῶν ἔργων.