1. Home
  2. Read
  3. Byzantine NT

Titus 3

Be Ready for Every Good Work

1Ὑπομίμνῃσκε αὐτοὺς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι, 2μηδενα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πρᾳότητα πρὸς παντας ἀνθρώπους. 3Ἦμεν γαρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανωμενοι, δουλευοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικιλαις, ἐν κακίᾳ καὶ φθόνῳ διαγοντες, στυγητοι, μισοῦντες ἀλλήλους. 4Ὅτε δὲ χρηστοτης καὶ φιλανθρωπια ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ, 5οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς, διὰ λουτροῦ παλιγγενεσιας καὶ ἀνακαινώσεως πνευματος ἁγίου, 6οὗ ἐξέχεεν ἐφ᾽ ἡμᾶς πλουσιως, διὰ Ἰησοῦ χριστοῦ τοῦ σωτῆρος ἡμῶν, 7ἵνα δικαιωθεντες τῇ ἐκείνου χαριτι, κληρονομοι γενωμεθα κατ᾽ ἐλπίδα ζωῆς αἰωνίου. 8Πιστὸς λογος, καὶ περὶ τουτων βουλομαι σε διαβεβαιοῦσθαι, ἵνα φροντιζωσιν καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκοτες θεῷ. Ταῦτά ἐστιν τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις: 9μωρὰς δὲ ζητησεις καὶ γενεαλογιας καὶ ἔρεις καὶ μαχας νομικὰς περιΐστασο: εἰσὶν γὰρ ἀνωφελεῖς καὶ ματαιοι. 10Αἱρετικὸν ἄνθρωπον μετὰ μιαν καὶ δευτεραν νουθεσιαν παραιτοῦ, 11εἰδὼς ὅτι ἐξέστραπται τοιοῦτος, καὶ ἁμαρτάνει, ὢν αὐτοκατάκριτος.