1 John 5

Testimony Concerning the Son of God

6Οὗτός ἐστιν ἐλθὼν δι᾽ ὕδατος καὶ αἵματος, Ἰησοῦς Χριστός· οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλ᾽ ἐν τῷ ὕδατι καὶ ἐν τῷ αἵματι. Καὶ τὸ Πνεῦμά ἐστιν τὸ μαρτυροῦν, ὅτι τὸ Πνεῦμά ἐστιν ἀλήθεια. 7Ὅτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες: 8τὸ Πνεῦμα, καὶ τὸ ὕδωρ, καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν. 9Εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, μαρτυρία τοῦ Θεοῦ μείζων ἐστίν, ὅτι αὕτη ἐστὶν μαρτυρία τοῦ Θεοῦ, ὅτι μεμαρτύρηκεν περὶ τοῦ Υἱοῦ αὐτοῦ. 10 πιστεύων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ, ἔχει τὴν μαρτυρίαν ἐν αὑτῷ· μὴ πιστεύων τῷ Θεῷ, ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν Θεὸς περὶ τοῦ Υἱοῦ αὐτοῦ. 11Καὶ αὕτη ἐστὶν μαρτυρία: ὅτι ζωὴν αἰώνιον ἔδωκεν ἡμῖν Θεὸς, καὶ αὕτη ζωὴ ἐν τῷ Υἱῷ αὐτοῦ ἐστιν. 12 ἔχων τὸν Υἱὸν, ἔχει τὴν ζωήν· μὴ ἔχων τὸν Υἱὸν τοῦ Θεοῦ, τὴν ζωὴν οὐκ ἔχει.

  1. Home
  2. Read
  3. CNTR SR