Acts 12

Peter is Rescued

6Ὅτε δὲ ἤμελλεν προσαγαγεῖν αὐτὸν Ἡρῴδης τῇ νυκτὶ ἐκείνῃ, ἦν Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν, δεδεμένος ἁλύσεσιν δυσίν, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. 7Καὶ ἰδοὺ, ἄγγελος Κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι. Πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου, ἤγειρεν αὐτὸν λέγων, “Ἀνάστα ἐν τάχει.” Καὶ ἐξέπεσαν αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. 8Εἶπεν δὲ ἄγγελος πρὸς αὐτόν, “Ζῶσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου.” Ἐποίησεν δὲ οὕτως. Καὶ λέγει αὐτῷ, “Περιβαλοῦ τὸ ἱμάτιόν σου, καὶ ἀκολούθει μοι.” 9Καὶ ἐξελθὼν ἠκολούθει, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστιν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν. 10Διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθαν ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν, τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίγη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ἄγγελος ἀπ᾽ αὐτοῦ. 11Καὶ Πέτρος ἐν ἑαυτῷ γενόμενος εἶπεν, “Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλεν Κύριος τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλατό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.”

  1. Home
  2. Read
  3. CNTR SR