Acts 18

5Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας τε Σιλᾶς καὶ Τιμόθεος, συνείχετο τῷ λόγῳ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις, εἶναι τὸν Χριστὸν, Ἰησοῦν. 6Ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἐκτιναξάμενος τὰ ἱμάτια, εἶπεν πρὸς αὐτούς, “Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ. Ἀπὸ τοῦ νῦν, εἰς τὰ ἔθνη πορεύσομαι.” 7Καὶ μεταβὰς ἐκεῖθεν, εἰσῆλθεν εἰς οἰκίαν τινὸς ὀνόματι Τιτίου Ἰούστου, σεβομένου τὸν Θεόν, οὗ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. 8Κρίσπος δὲ ἀρχισυνάγωγος, ἐπίστευσεν τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες, ἐπίστευον καὶ ἐβαπτίζοντο. 9Εἶπεν δὲ Κύριος ἐν νυκτὶ δι᾽ ὁράματος τῷ Παύλῳ, “Μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς, 10διότι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ.” 11Ἐκάθισεν δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ, διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ Θεοῦ.

  1. Home
  2. Read
  3. CNTR SR