Acts 23

6Γνοὺς δὲ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν Σαδδουκαίων, τὸ δὲ ἕτερον Φαρισαίων, ἔκραζεν ἐν τῷ Συνεδρίῳ, “Ἄνδρες, ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς Φαρισαίων· περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι.” 7Τοῦτο δὲ αὐτοῦ λαλοῦντος, ἐγένετο στάσις τῶν Φαρισαίων καὶ Σαδδουκαίων, καὶ ἐσχίσθη τὸ πλῆθος. 8Σαδδουκαῖοι μὲν γὰρ λέγουσιν μὴ εἶναι ἀνάστασιν, μήτε ἄγγελον, μήτε πνεῦμα, Φαρισαῖοι δὲ ὁμολογοῦσιν τὰ ἀμφότερα. 9Ἐγένετο δὲ κραυγὴ μεγάλη, καὶ ἀναστάντες τινὲς τῶν γραμματέων τοῦ μέρους τῶν Φαρισαίων, διεμάχοντο λέγοντες, “Οὐδὲν κακὸν εὑρίσκομεν ἐν τῷ ἀνθρώπῳ τούτῳ· εἰ δὲ πνεῦμα ἐλάλησεν αὐτῷ, ἄγγελος;” 10Πολλῆς δὲ γινομένης στάσεως, φοβηθεὶς χιλίαρχος μὴ διασπασθῇ Παῦλος ὑπ᾽ αὐτῶν, ἐκέλευσεν τὸ στράτευμα καταβὰν, ἁρπάσαι αὐτὸν ἐκ μέσου αὐτῶν, ἄγειν τε εἰς τὴν παρεμβολήν.

16Ἀκούσας δὲ υἱὸς τῆς ἀδελφῆς Παύλου, τὴν ἐνέδραν παραγενόμενος, καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν, ἀπήγγειλεν τῷ Παύλῳ. 17Προσκαλεσάμενος δὲ Παῦλος ἕνα τῶν ἑκατονταρχῶν, ἔφη, “Τὸν νεανίαν τοῦτον ἄπαγε πρὸς τὸν χιλίαρχον, ἔχει γὰρ ἀπαγγεῖλαί τι αὐτῷ.” 18 μὲν οὖν παραλαβὼν αὐτὸν, ἤγαγεν πρὸς τὸν χιλίαρχον, καὶ φησίν, “ δέσμιος, Παῦλος, προσκαλεσάμενός με, ἠρώτησεν τοῦτον τὸν νεανίσκον ἀγαγεῖν πρὸς σέ, ἔχοντά τι λαλῆσαί σοι.” 19Ἐπιλαβόμενος δὲ τῆς χειρὸς αὐτοῦ χιλίαρχος, καὶ ἀναχωρήσας κατ᾽ ἰδίαν, ἐπυνθάνετο, “Τί ἐστιν ἔχεις ἀπαγγεῖλαί μοι;” 20Εἶπεν δὲ, ὅτιΟἱ Ἰουδαῖοι συνέθεντο τοῦ ἐρωτῆσαί σε, ὅπως αὔριον τὸν Παῦλον καταγάγῃς εἰς τὸ Συνέδριον, ὡς μέλλων τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτοῦ. 21Σὺ οὖν μὴ πεισθῇς αὐτοῖς, ἐνεδρεύουσιν γὰρ αὐτὸν ἐξ αὐτῶν ἄνδρες πλείους τεσσεράκοντα, οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγεῖν μήτε πιεῖν, ἕως οὗ ἀνέλωσιν αὐτόν, καὶ νῦν εἰσιν ἕτοιμοι, προσδεχόμενοι τὴν ἀπὸ σοῦ ἐπαγγελίαν.” 22 μὲν οὖν χιλίαρχος ἀπέλυσε τὸν νεανίσκον παραγγείλας, “Μηδενὶ ἐκλαλῆσαι ὅτι ταῦτα ἐνεφάνισας πρὸς ἐμέ.”

Paul Sent to Felix the Governor

23Καὶ προσκαλεσάμενός τινας δύο τῶν ἑκατονταρχῶν, εἶπεν, “Ἑτοιμάσατε στρατιώτας διακοσίους, ὅπως πορευθῶσιν ἕως Καισαρείας, καὶ ἱππεῖς ἑβδομήκοντα, καὶ δεξιολάβους διακοσίους, ἀπὸ τρίτης ὥρας τῆς νυκτός.” 24Κτήνη τε παραστῆσαι, ἵνα ἐπιβιβάσαντες τὸν Παῦλον, διασώσωσι πρὸς Φήλικα τὸν ἡγεμόνα, 25γράψας ἐπιστολὴν, ἔχουσαν τὸν τύπον τοῦτον: 26Κλαύδιος Λυσίας, τῷ κρατίστῳ ἡγεμόνι Φήλικι, χαίρειν. 27Τὸν ἄνδρα τοῦτον συλλημφθέντα ὑπὸ τῶν Ἰουδαίων, καὶ μέλλοντα ἀναιρεῖσθαι ὑπ᾽ αὐτῶν, ἐπιστὰς σὺν τῷ στρατεύματι, ἐξειλάμην μαθὼν ὅτι Ῥωμαῖός ἐστιν. 28Βουλόμενός τε ἐπιγνῶναι τὴν αἰτίαν δι᾽ ἣν ἐνεκάλουν αὐτῷ, κατήγαγον εἰς τὸ Συνέδριον αὐτῶν. 29Ὃν εὗρον ἐγκαλούμενον περὶ ζητημάτων τοῦ νόμου αὐτῶν, μηδὲν δὲ ἄξιον θανάτου δεσμῶν ἔχοντα ἔγκλημα. 30Μηνυθείσης δέ μοι ἐπιβουλῆς εἰς τὸν ἄνδρα ἔσεσθαι, ἐξαυτῆς ἔπεμψα πρὸς σέ, παραγγείλας καὶ τοῖς κατηγόροις λέγειν αὑτούς ἐπὶ σοῦ.”

  1. Home
  2. Read
  3. CNTR SR