John 4

7Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. Λέγει αὐτῇ Ἰησοῦς, “Δός μοι πεῖν”· 8οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσιν. 9Λέγει οὖν αὐτῷ γυνὴ Σαμαρεῖτις, “Πῶς σὺ Ἰουδαῖος ὢν, παρ᾽ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρείτιδος οὔσης;” Οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις. 10Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ, “Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν λέγων σοι, Δός μοι πεῖν , σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.” 11Λέγει αὐτῷ γυνή, “Κύριε, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; 12Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ τὰ θρέμματα αὐτοῦ;” 13Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ, “Πᾶς πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν· 14ὃς δ᾽ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει, εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος, ἁλλομένου εἰς ζωὴν αἰώνιον.” 15Λέγει πρὸς αὐτὸν γυνή, “Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ, μηδὲ διέρχομαι ἐνθάδε ἀντλεῖν.”

16Λέγει αὐτῇ, “Ὕπαγε, φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε.” 17Ἀπεκρίθη γυνὴ καὶ εἶπεν αὐτῷ, “Οὐκ ἔχω ἄνδρα.” Λέγει αὐτῇ Ἰησοῦς, “Καλῶς εἶπας, ὅτι Ἄνδρα οὐκ ἔχω · 18πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις, οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας.” 19Λέγει αὐτῷ γυνή, “Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. 20Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν τόπος ὅπου προσκυνεῖν δεῖ.” 21Λέγει αὐτῇ Ἰησοῦς, “Πίστευέ μοι, γύναι, ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις, προσκυνήσετε τῷ Πατρί. 22Ὑμεῖς προσκυνεῖτε οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν οἴδαμεν, ὅτι σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. 23Ἀλλὰ ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ, καὶ γὰρ Πατὴρ τοιούτους ζητεῖ, τοὺς προσκυνοῦντας αὐτόν. 24Πνεῦμα Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.” 25Λέγει αὐτῷ γυνή, “Οἶδα ὅτι Μεσσίας ἔρχεται, λεγόμενος Χριστός · ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ἅπαντα.” 26Λέγει αὐτῇ Ἰησοῦς, “Ἐγώ εἰμι, λαλῶν σοι.”

31Ἐν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες, “Ῥαββί, φάγε.” 32 δὲ εἶπεν αὐτοῖς, “Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε.” 33Ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους, “Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν;” 34Λέγει αὐτοῖς Ἰησοῦς, “Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με, καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. 35Οὐχ ὑμεῖς λέγετε, ὅτι Ἔτι τετράμηνός ἐστιν καὶ θερισμὸς ἔρχεται ; Ἰδοὺ, λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν πρὸς θερισμόν ἤδη. 36 θερίζων μισθὸν, λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα σπείρων ὁμοῦ χαίρῃ καὶ θερίζων. 37Ἐν γὰρ τούτῳ λόγος ἐστὶν ἀληθινὸς: ὅτι Ἄλλος ἐστὶν σπείρων, καὶ ἄλλος θερίζων. 38Ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασιν, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.”

Jesus Heal an Officials Son

46Ἦλθεν οὖν πάλιν εἰς τὴν Κανὰ τῆς Γαλιλαίας, ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον. Καὶ ἦν τις βασιλικὸς, οὗ υἱὸς ἠσθένει ἐν Καφαρναούμ. 47Οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἀπῆλθεν πρὸς αὐτὸν, καὶ ἠρώτα ἵνα καταβῇ, καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν, ἤμελλεν γὰρ ἀποθνῄσκειν. 48Εἶπεν οὖν Ἰησοῦς πρὸς αὐτόν, “Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε.” 49Λέγει πρὸς αὐτὸν βασιλικός, “Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου.” 50Λέγει αὐτῷ Ἰησοῦς, “Πορεύου, υἱός σου ζῇ.” Ἐπίστευσεν ἄνθρωπος τῷ λόγῳ ὃν εἶπεν αὐτῷ Ἰησοῦς, καὶ ἐπορεύετο. 51Ἤδη δὲ αὐτοῦ καταβαίνοντος, οἱ δοῦλοι αὐτοῦ ὑπήντησαν αὐτῷ καὶ ἀπήγγειλαν λέγοντες ὅτι παῖς αὐτοῦ ζῇ. 52Ἐπύθετο οὖν τὴν ὥραν παρ᾽ αὐτῶν ἐν κομψότερον ἔσχεν. Εἶπον οὖν αὐτῷ, ὅτιἘχθὲς ὥραν ἑβδόμην, ἀφῆκεν αὐτὸν πυρετός.” 53Ἔγνω οὖν πατὴρ ὅτι ἐκείνῃ τῇ ὥρᾳ ἐν εἶπεν αὐτῷ Ἰησοῦς, “ υἱός σου ζῇ”, καὶ ἐπίστευσεν αὐτὸς καὶ οἰκία αὐτοῦ ὅλη. 54Τοῦτο δὲ πάλιν δεύτερον σημεῖον ἐποίησεν Ἰησοῦς, ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.

  1. Home
  2. Read
  3. CNTR SR