Luke 1

8Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν, ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ Θεοῦ, 9κατὰ τὸ ἔθος τῆς ἱερατείας, ἔλαχε τοῦ θυμιᾶσαι, εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου. 10Καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος. 11Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου, ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. 12Καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπ᾽ αὐτόν. 13Εἶπεν δὲ πρὸς αὐτὸν ἄγγελος, “Μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη δέησίς σου, καὶ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. 14Καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γενέσει αὐτοῦ χαρήσονται. 15Ἔσται γὰρ μέγας ἐνώπιον τοῦ Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ Πνεύματος Ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ. 16Καὶ πολλοὺς τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέψει ἐπὶ Κύριον, τὸν Θεὸν αὐτῶν. 17Καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλεία, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα, καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον.” 18Καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον, “Κατὰ τί γνώσομαι τοῦτο; Ἐγὼ γάρ εἰμι πρεσβύτης, καὶ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς.” 19Καὶ ἀποκριθεὶς ἄγγελος εἶπεν αὐτῷ, “Ἐγώ εἰμι Γαβριὴλ, παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ, καὶ εὐαγγελίσασθαί σοι ταῦτα. 20Καὶ ἰδοὺ, ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι, ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ᾽ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.”

Birth of Jesus Foretold

26Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ, ἀπεστάλη ἄγγελος Γαβριὴλ ἀπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ὄνομα Ναζαρὲτ, 27πρὸς παρθένον ἐμνηστευμένην ἀνδρὶ, ὄνομα Ἰωσὴφ, ἐξ οἴκου Δαυὶδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. 28Καὶ εἰσελθὼν ἄγγελος πρὸς αὐτὴν, εἶπεν, “Χαῖρε, κεχαριτωμένη! Κύριος μετὰ σοῦ.” 29 δὲ ἐπὶ τῷ λόγῳ διεταράχθη, καὶ διελογίζετο ποταπὸς εἴη ἀσπασμὸς οὗτος. 30Καὶ εἶπεν ἄγγελος αὐτῇ, “Μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. 31Καὶ ἰδοὺ, συλλήμψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. 32Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ Κύριος Θεὸς τὸν θρόνον Δαυὶδ, τοῦ πατρὸς αὐτοῦ, 33καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ, εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ, οὐκ ἔσται τέλος.” 34Εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον, “Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;” 35Καὶ ἀποκριθεὶς ἄγγελος εἶπεν αὐτῇ, “Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον Ἅγιον κληθήσεται, Υἱὸς Θεοῦ. 36Καὶ ἰδοὺ, Ἐλισάβετ, συγγενίς σου, καὶ αὐτὴ συνείληφεν υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ. 37Ὅτι οὐκ ἀδυνατήσει παρὰ τοῦ Θεοῦ πᾶν ῥῆμα.” 38Εἶπεν δὲ Μαριάμ, “Ἰδοὺ, δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.” Καὶ ἀπῆλθεν ἀπ᾽ αὐτῆς ἄγγελος.

Mary’s Song of Praise: The Magnificat

46Καὶ εἶπεν Μαριάμ:“Μεγαλύνει ψυχή μου τὸν Κύριον, 47καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ, τῷ Σωτῆρί μου. 48Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ, ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί. 49Ὅτι ἐποίησέν μοι μεγάλα δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. 50 Καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς καὶ γενεὰς, τοῖς φοβουμένοις αὐτόν. 51Ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. 52Καθεῖλεν δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσεν ταπεινούς. 53 Πεινῶντας ἐνέπλησεν ἀγαθῶν , καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς. 54Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, 55καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ, εἰς τὸν αἰῶνα.” 56Ἔμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ ὡς μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

The Birth of John the Baptist

57Τῇ δὲ Ἐλισάβετ ἐπλήσθη χρόνος, τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν. 58Καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν Κύριος τὸ ἔλεος αὐτοῦ μετ᾽ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ. 59Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ, Ζαχαρίαν. 60Καὶ ἀποκριθεῖσα μήτηρ αὐτοῦ εἶπεν, “Οὐχί, ἀλλὰ κληθήσεται Ἰωάννης.” 61Καὶ εἶπον πρὸς αὐτὴν, ὅτιΟὐδείς ἐστιν ἐκ τῆς συγγενείας σου, ὃς καλεῖται τῷ ὀνόματι τούτῳ.” 62Ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ, τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτό. 63Καὶ αἰτήσας πινακίδιον, ἔγραψεν λέγων, “Ἰωάννης ἐστὶν ὄνομα αὐτοῦ.” Καὶ ἐθαύμασαν πάντες. 64Ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα, καὶ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν. 65Καὶ ἐγένετο ἐπὶ πάντας φόβος, τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς Ἰουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα. 66Καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες, “Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται;” Καὶ γὰρ χεὶρ Κυρίου ἦν μετ᾽ αὐτοῦ.

Zechariah’s Prophecy

67Καὶ Ζαχαρίας πατὴρ αὐτοῦ, ἐπλήσθη Πνεύματος Ἁγίου καὶ ἐπροφήτευσεν λέγων, 68Εὐλογητὸς Κύριος Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ, 69καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυὶδ, παιδὸς αὐτοῦ, 70(καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων ἀπ᾽ αἰῶνος προφητῶν αὐτοῦ), 71σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς , 72ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ, 73ὅρκον ὃν ὤμοσεν πρὸς Ἀβραὰμ, τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν 74ἀφόβως ἐκ χειρὸς ἐχθρῶν ῥυσθέντας, λατρεύειν αὐτῷ 75ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ, πάσαις ταῖς ἡμέραις ἡμῶν. 76Καὶ σὺ δέ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ ἐνώπιον Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ , 77τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ, ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, 78διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, ἐν οἷς ἐπισκέψεται ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, 79 ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις , τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.”

  1. Home
  2. Read
  3. CNTR SR