Luke 11

Jesus and Beelzebub

14Καὶ ἦν ἐκβάλλων δαιμόνιον κωφόν. Ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος, ἐλάλησεν κωφός. Καὶ ἐθαύμασαν οἱ ὄχλοι. 15Τινὲς δὲ ἐξ αὐτῶν εἶπον, “Ἐν Βεελζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων, ἐκβάλλει τὰ δαιμόνια.” 16Ἕτεροι δὲ πειράζοντες, σημεῖον ἐξ οὐρανοῦ ἐζήτουν παρ᾽ αὐτοῦ. 17Αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς, “Πᾶσα βασιλεία ἐφ᾽ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται, καὶ οἶκος ἐπὶ οἶκον πίπτει. 18Εἰ δὲ καὶ Σατανᾶς ἐφ᾽ ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται βασιλεία αὐτοῦ; Ὅτι λέγετε, ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια. 19Εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; Διὰ τοῦτο, αὐτοὶ ὑμῶν κριταὶ ἔσονται. 20Εἰ δὲ ἐν δακτύλῳ Θεοῦ, ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς Βασιλεία τοῦ Θεοῦ. 21Ὅταν ἰσχυρὸς καθωπλισμένος, φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ· 22ἐπὰν δὲ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν, νικήσῃ αὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφ᾽ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν. 23 μὴ ὢν μετ᾽ ἐμοῦ, κατ᾽ ἐμοῦ ἐστιν, καὶ μὴ συνάγων μετ᾽ ἐμοῦ, σκορπίζει.

45Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ, “Διδάσκαλε, ταῦτα λέγων, καὶ ἡμᾶς ὑβρίζεις.” 46 δὲ εἶπεν, “Καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί! Ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα, καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις. 47Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς. 48Ἄρα μαρτυρεῖτε καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν, ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτοὺς, ὑμεῖς δὲ οἰκοδομεῖτε. 49Διὰ τοῦτο καὶ σοφία τοῦ Θεοῦ εἶπεν, Ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους, καὶ ἐξ αὐτῶν ἀποκτενοῦσιν καὶ διώξουσιν, 50ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν, τὸ ἐκχυννόμενον ἀπὸ καταβολῆς κόσμου, ἀπὸ τῆς γενεᾶς ταύτης, 51ἀπὸ αἵματος Ἅβελ ἕως αἵματος Ζαχαρίου, τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου. Ναί, λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης. 52Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως· αὐτοὶ οὐκ εἰσήλθατε, καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.”

  1. Home
  2. Read
  3. CNTR SR