Luke 22

Institution of The Lords Supper

14Καὶ ὅτε ἐγένετο ὥρα, ἀνέπεσεν καὶ οἱ ἀπόστολοι σὺν αὐτῷ. 15Καὶ εἶπεν πρὸς αὐτούς, “Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ Πάσχα φαγεῖν μεθ᾽ ὑμῶν, πρὸ τοῦ με παθεῖν. 16Λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ φάγω αὐτὸ, ἕως ὅτου πληρωθῇ ἐν τῇ Βασιλείᾳ τοῦ Θεοῦ.” 17Καὶ δεξάμενος ποτήριον, εὐχαριστήσας εἶπεν, “Λάβετε τοῦτο, καὶ διαμερίσατε εἰς ἑαυτούς. 18Λέγω γὰρ ὑμῖν, οὐ μὴ πίω ἀπὸ τοῦ νῦν ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου, ἕως οὗ Βασιλεία τοῦ Θεοῦ ἔλθῃ.” 19Καὶ λαβὼν ἄρτον, εὐχαριστήσας, ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων, “Τοῦτό ἐστιν τὸ σῶμά μου, τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.” 20Καὶ τὸ ποτήριον ὡσαύτως μετὰ τὸ δειπνῆσαι λέγων, “Τοῦτο τὸ ποτήριον καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον. 21Πλὴν ἰδοὺ, χεὶρ τοῦ παραδιδόντος με μετ᾽ ἐμοῦ ἐπὶ τῆς τραπέζης. 22Ὅτι Υἱὸς μὲν τοῦ Ἀνθρώπου κατὰ τὸ ὡρισμένον πορεύεται, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ παραδίδοται.” 23Καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς, τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν, τοῦτο μέλλων πράσσειν.

Betrayal and Arrest of Jesus

47Ἔτι αὐτοῦ λαλοῦντος, ἰδοὺ, ὄχλος καὶ λεγόμενος Ἰούδας, εἷς τῶν δώδεκα, προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν. 48Ἰησοῦς δὲ εἶπεν αὐτῷ, “Ἰούδα, φιλήματι τὸν Υἱὸν τοῦ Ἀνθρώπου παραδίδως;” 49Ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον, εἶπαν, “Κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ;” 50Καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν τὸ οὖς αὐτοῦ τὸ δεξιόν. 51Ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν, “Ἐᾶτε ἕως τούτου!” Καὶ ἁψάμενος τοῦ ὠτίου, ἰάσατο αὐτόν. 52Εἶπεν δὲ Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπ᾽ αὐτὸν, ἀρχιερεῖς, καὶ στρατηγοὺς τοῦ ἱεροῦ, καὶ πρεσβυτέρους, “Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων; 53Καθ᾽ ἡμέραν ὄντος μου μεθ᾽ ὑμῶν ἐν τῷ ἱερῷ, οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ᾽ ἐμέ. Ἀλλ᾽ αὕτη ἐστὶν ὑμῶν ὥρα, καὶ ἐξουσία τοῦ σκότους.”

Peter Denies Jesus

54Συλλαβόντες δὲ αὐτὸν, ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως. δὲ Πέτρος ἠκολούθει μακρόθεν. 55Περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς, καὶ συγκαθισάντων, ἐκάθητο Πέτρος μέσος αὐτῶν. 56Ἰδοῦσα δὲ αὐτὸν, παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς, καὶ ἀτενίσασα αὐτῷ εἶπεν, “Καὶ οὗτος σὺν αὐτῷ ἦν.” 57 δὲ ἠρνήσατο λέγων, “Οὐκ οἶδα αὐτόν, γύναι.” 58Καὶ μετὰ βραχὺ, ἕτερος ἰδὼν αὐτὸν ἔφη, “Καὶ σὺ ἐξ αὐτῶν εἶ.” δὲ Πέτρος ἔφη, “Ἄνθρωπε, οὐκ εἰμί.” 59Καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς, ἄλλος τις διϊσχυρίζετο λέγων, “Ἐπ᾽ ἀληθείας καὶ οὗτος μετ᾽ αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν.” 60Εἶπεν δὲ Πέτρος, “Ἄνθρωπε, οὐκ οἶδα λέγεις.” Καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ, ἐφώνησεν ἀλέκτωρ. 61Καὶ στραφεὶς, Κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη Πέτρος τοῦ ῥήματος τοῦ Κυρίου, ὡς εἶπεν αὐτῷ, ὅτιΠρὶν ἀλέκτορα φωνῆσαι σήμερον, ἀπαρνήσῃ με τρίς.” 62Καὶ ἐξελθὼν ἔξω, ἔκλαυσεν πικρῶς.

  1. Home
  2. Read
  3. CNTR SR