Luke 3

John the Baptist Prepares the Way

1Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, καὶ τετρααρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετραρχοῦντος, 2ἐπὶ ἀρχιερέως Ἅννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα Θεοῦ ἐπὶ Ἰωάννην, τὸν Ζαχαρίου υἱὸν, ἐν τῇ ἐρήμῳ. 3Καὶ ἦλθεν εἰς πᾶσαν περίχωρον τοῦ Ἰορδάνου, κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν, 4ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ προφήτου, “Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ: Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. 5Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· 6καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.

The Genealogy of Jesus Christ

23Καὶ αὐτὸς ἦν Ἰησοῦς ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, ὢν υἱός, ὡς ἐνομίζετο, Ἰωσὴφ, τοῦ Ἠλὶ, 24τοῦ Ματθάτ, τοῦ Λευὶ, τοῦ Μελχὶ, τοῦ Ἰανναὶ, τοῦ Ἰωσὴφ, 25τοῦ Ματταθίου, τοῦ Ἀμὼς, τοῦ Ναοὺμ, τοῦ Ἑσλὶ, τοῦ Ναγγαὶ, 26τοῦ Μάαθ, τοῦ Ματταθίου, τοῦ Σεμεῒν, τοῦ Ἰωσὴχ, τοῦ Ἰωδὰ, 27τοῦ Ἰωανὰν, τοῦ Ῥησὰ, τοῦ Ζοροβαβὲλ, τοῦ Σαλαθιὴλ, τοῦ Νηρὶ, 28τοῦ Μελχὶ, τοῦ Ἀδδὶ, τοῦ Κωσὰμ, τοῦ Ἐλμαδὰμ, τοῦ Ἢρ, 29τοῦ Ἰησοῦ, τοῦ Ἐλιέζερ, τοῦ Ἰωρεὶμ, τοῦ Μαθθὰτ, τοῦ Λευὶ, 30τοῦ Συμεὼν, τοῦ Ἰούδα, τοῦ Ἰωσὴφ, τοῦ Ἰωνὰμ, τοῦ Ἐλιακεὶμ, 31τοῦ Μελεὰ, τοῦ Μεννὰ, τοῦ Ματταθὰ, τοῦ Ναθὰμ, τοῦ Δαυὶδ, 32τοῦ Ἰεσσαὶ, τοῦ Ἰωβὴδ, τοῦ Βόος, τοῦ Σαλὰ, τοῦ Ναασσὼν, 33τοῦ Ἀμιναδὰβ, τοῦ Ἀδμὶν, τοῦ Ἀρνὶ, τοῦ Ἑσρὼμ, τοῦ Φαρὲς, τοῦ Ἰούδα, 34τοῦ Ἰακὼβ, τοῦ Ἰσαὰκ, τοῦ Ἀβραὰμ, τοῦ Θάρα, τοῦ Ναχὼρ, 35τοῦ Σεροὺχ, τοῦ Ῥαγαὺ, τοῦ Φάλεκ, τοῦ Ἔβερ, τοῦ Σαλὰ, 36τοῦ Καϊνὰμ, τοῦ Ἀρφαξὰδ, τοῦ Σὴμ, τοῦ Νῶε, τοῦ Λάμεχ, 37τοῦ Μαθουσαλὰ, τοῦ Ἑνὼχ, τοῦ Ἰάρετ, τοῦ Μαλελεὴλ, τοῦ Καϊνὰμ, 38τοῦ Ἐνὼς, τοῦ Σὴθ, τοῦ Ἀδὰμ, τοῦ Θεοῦ.

  1. Home
  2. Read
  3. CNTR SR