Mark 10

Jesus Heals the Blind Bartimaeus

46Καὶ ἔρχονται εἰς Ἰεριχώ. Καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχὼ, καὶ τῶν μαθητῶν αὐτοῦ, καὶ ὄχλου ἱκανοῦ, υἱὸς Τιμαίου, Βαρτιμαῖος, τυφλὸς προσαίτης, ἐκάθητο παρὰ τὴν ὁδόν. 47Καὶ ἀκούσας ὅτι Ἰησοῦς Ναζωραῖός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν, “Υἱὲ Δαυὶδ, Ἰησοῦ, ἐλέησόν με.” 48Καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· δὲ πολλῷ μᾶλλον ἔκραζεν, “Υἱὲ Δαυίδ, ἐλέησόν με.” 49Καὶ στὰς, Ἰησοῦς εἶπεν, “Φωνήσατε αὐτόν.” Καὶ φωνοῦσι τὸν τυφλὸν, λέγοντες αὐτῷ, “Θάρσει, ἔγειρε, φωνεῖ σε.” 50 δὲ, ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναπηδήσας, ἦλθεν πρὸς τὸν Ἰησοῦν. 51Καὶ ἀποκριθεὶς αὐτῷ Ἰησοῦς εἶπεν, “Τί σοι θέλεις ποιήσω;” δὲ τυφλὸς εἶπεν αὐτῷ, “Ῥαββουνί, ἵνα ἀναβλέψω.” 52 δὲ Ἰησοῦς εἶπεν αὐτῷ, “Ὕπαγε, πίστις σου σέσωκέν σε.” Καὶ εὐθὺς ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ ἐν τῇ ὁδῷ.

  1. Home
  2. Read
  3. CNTR SR