Mark 12

Parable of the Tenants

1Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λαλεῖν:“Ἀμπελῶνα ἄνθρωπος ἐφύτευσεν, καὶ περιέθηκεν φραγμὸν, καὶ ὤρυξεν ὑπολήνιον, καὶ ᾠκοδόμησεν πύργον , καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. 2Καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τῶν καρπῶν τοῦ ἀμπελῶνος. 3Καὶ λαβόντες αὐτὸν, ἔδειραν καὶ ἀπέστειλαν κενόν. 4Καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον, κἀκεῖνον ἐκεφαλίωσαν καὶ ἠτίμασαν. 5Καὶ ἄλλον ἀπέστειλεν, κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, οὓς μὲν δέροντες, οὓς δὲ ἀποκτέννοντες. 6Ἔτι ἕνα εἶχεν υἱὸν ἀγαπητόν, ἀπέστειλεν αὐτὸν ἔσχατον πρὸς αὐτοὺς λέγων, ὅτι Ἐντραπήσονται τὸν υἱόν μου. 7Ἐκεῖνοι δὲ οἱ γεωργοὶ πρὸς ἑαυτοὺς εἶπαν, ὅτι Οὗτός ἐστιν κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται κληρονομία. 8Καὶ λαβόντες, ἀπέκτειναν αὐτόν, καὶ ἐξέβαλον αὐτὸν ἔξω τοῦ ἀμπελῶνος. 9Τί οὖν ποιήσει κύριος τοῦ ἀμπελῶνος; Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. 10Οὐδὲ τὴν Γραφὴν ταύτην ἀνέγνωτε: Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· 11παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν ;”

The Sadducees ask about the resurrection

18Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ ἐπηρώτων αὐτὸν λέγοντες, 19Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ὅτι ἐάν Τινος ἀδελφὸς ἀποθάνῃ, καὶ καταλίπῃ γυναῖκα καὶ μὴ ἀφῇ τέκνα, ἵνα λάβῃ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα, καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 20Ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων, οὐκ ἀφῆκεν σπέρμα· 21καὶ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανεν, μὴ καταλιπὼν σπέρμα, καὶ τρίτος ὡσαύτως. 22Καὶ οἱ ἑπτὰ, οὐκ ἀφῆκαν σπέρμα. Ἔσχατον πάντων καὶ, γυνὴ ἀπέθανεν. 23Ἐν τῇ ἀναστάσει, τίνος αὐτῶν ἔσται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.” 24Ἔφη αὐτοῖς Ἰησοῦς, “Οὐ διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ; 25Ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ᾽ εἰσὶν ὡς ἄγγελοι ἐν τοῖς οὐρανοῖς. 26Περὶ δὲ τῶν νεκρῶν, ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως ἐπὶ τοῦ βάτου, πῶς εἶπεν αὐτῷ Θεὸς λέγων, Ἐγὼ Θεὸς Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακώβ ; 27Οὐκ ἔστιν Θεὸς νεκρῶν, ἀλλὰ ζώντων. Πολὺ πλανᾶσθε.”

The Great Commandment

28Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, ἰδὼν ὅτι καλῶς ἀπεκρίθη αὐτοῖς, ἐπηρώτησεν αὐτόν, “Ποία ἐστὶν ἐντολὴ πρώτη πάντων;” 29ἀπεκρίθη Ἰησοῦς, ὅτιΠρώτη ἐστίν: Ἄκουε, Ἰσραήλ, Κύριος Θεὸς ἡμῶν Κύριος εἷς ἐστιν, 30καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου, ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. 31Δευτέρα αὕτη: Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν.” 32Καὶ εἶπεν αὐτῷ γραμματεύς, “Καλῶς, Διδάσκαλε, ἐπ᾽ ἀληθείας εἶπας, ὅτι Εἷς ἐστιν, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ , 33καὶ, τὸ Ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας, καὶ ἐξ ὅλης τῆς συνέσεως, καὶ ἐξ ὅλης τῆς ἰσχύος , καὶ, τὸ Ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν , περισσότερόν ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν.” 34Καὶ Ἰησοῦς, ἰδὼν αὐτὸν, ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ, “Οὐ μακρὰν εἶ ἀπὸ τῆς Βασιλείας τοῦ Θεοῦ.” Καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.

  1. Home
  2. Read
  3. CNTR SR