Mark 13

The Abomination of the Desolation

14Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως , ἑστηκότα ὅπου οὐ δεῖ, ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη, 15 δὲ ἐπὶ τοῦ δώματος, μὴ καταβάτω, μηδὲ εἰσελθέτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ, 16καὶ εἰς τὸν ἀγρὸν, μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω, ἆραι τὸ ἱμάτιον αὐτοῦ. 17Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις! 18Προσεύχεσθε δὲ ἵνα μὴ γένηται χειμῶνος. 19Ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις, οἵα οὐ γέγονεν τοιαύτη, ἀπ᾽ ἀρχῆς κτίσεως ἣν ἔκτισεν Θεὸς, ἕως τοῦ νῦν, καὶ οὐ μὴ γένηται. 20Καὶ εἰ μὴ ἐκολόβωσεν Κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. Ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς, οὓς ἐξελέξατο, ἐκολόβωσεν τὰς ἡμέρας. 21Καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ, Ἴδε, ὧδε Χριστός , Ἴδε, ἐκεῖ , μὴ πιστεύετε. 22Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα καὶ τέρατα, πρὸς τὸ ἀποπλανᾶν εἰ δυνατὸν τοὺς ἐκλεκτούς. 23Ὑμεῖς δὲ βλέπετε· ἰδοὺ, προείρηκα ὑμῖν πάντα.

  1. Home
  2. Read
  3. CNTR SR