Mark 14

Jesus Anointed at Bethany

3Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ, ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ, ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου, νάρδου πιστικῆς πολυτελοῦς· συντρίψασα τὴν ἀλάβαστρον, κατέχεεν αὐτοῦ τῆς κεφαλῆς. 4Ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς, “Εἰς τί ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; 5Ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι ἐπάνω δηναρίων τριακοσίων, καὶ δοθῆναι τοῖς πτωχοῖς.” Καὶ ἐνεβριμῶντο αὐτῇ. 6 δὲ Ἰησοῦς εἶπεν, “Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; Καλὸν ἔργον ἠργάσατο ἐν ἐμοί. 7Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν, καὶ ὅταν θέλητε, δύνασθε αὐτοῖς εὖ ποιῆσαι, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 8 ἔσχεν ἐποίησεν, προέλαβεν μυρίσαι τὸ σῶμά μου εἰς τὸν ἐνταφιασμόν. 9Ἀμὴν, δὲ λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον εἰς ὅλον τὸν κόσμον, καὶ ἐποίησεν αὕτη, λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.”

Jesus Prays in Gethsemane

32Καὶ ἔρχονται εἰς χωρίον, οὗ τὸ ὄνομα Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ, “Καθίσατε ὧδε, ἕως προσεύξωμαι.” 33Καὶ παραλαμβάνει τὸν Πέτρον, καὶ τὸν Ἰάκωβον, καὶ τὸν Ἰωάννην, μετ᾽ αὐτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν. 34Καὶ λέγει αὐτοῖς, “Περίλυπός ἐστιν ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε.” 35Καὶ προελθὼν μικρὸν, ἔπιπτεν ἐπὶ τῆς γῆς καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν, παρέλθῃ ἀπ᾽ αὐτοῦ ὥρα. 36Καὶ ἔλεγεν, “Ἀββά, Πατήρ, πάντα δυνατά σοι. Παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ᾽ ἐμοῦ· ἀλλ᾽ οὐ τί ἐγὼ θέλω, ἀλλὰ τί σύ.” 37Καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, “Σίμων, καθεύδεις; Οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι; 38Γρηγορεῖτε καὶ προσεύχεσθε ἵνα μὴ ἔλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, δὲ σὰρξ ἀσθενής.” 39Καὶ πάλιν ἀπελθὼν, προσηύξατο τὸν αὐτὸν λόγον εἰπών. 40Καὶ πάλιν ἐλθὼν, εὗρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῷ. 41Καὶ ἔρχεται τὸ τρίτον, καὶ λέγει αὐτοῖς, “Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε. Ἀπέχει, ἦλθεν ὥρα. Ἰδοὺ, παραδίδοται Υἱὸς τοῦ Ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν. 42Ἐγείρεσθε, ἄγωμεν. Ἰδοὺ, παραδιδούς με ἤγγικεν!”

Betrayal and Arrest of Jesus

43Καὶ εὐθὺς ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται Ἰούδας, εἷς τῶν δώδεκα, καὶ μετ᾽ αὐτοῦ ὄχλος μετὰ μαχαιρῶν καὶ ξύλων, παρὰ τῶν ἀρχιερέων, καὶ τῶν γραμματέων, καὶ τῶν πρεσβυτέρων. 44Δεδώκει δὲ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων, “Ὃν ἂν φιλήσω, αὐτός ἐστιν· κρατήσατε αὐτὸν, καὶ ἀπάγετε ἀσφαλῶς.” 45Καὶ ἐλθὼν εὐθὺς προσελθὼν αὐτῷ, λέγει, “Ῥαββὶ”, καὶ κατεφίλησεν αὐτόν. 46Οἱ δὲ ἐπέβαλαν τὰς χεῖρας αὐτῶν καὶ ἐκράτησαν αὐτόν. 47Εἷς δέ τις τῶν παρεστηκότων, σπασάμενος τὴν μάχαιραν, ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτάριον. 48Καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτοῖς, “Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; 49Καθ᾽ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με· ἀλλ᾽ ἵνα πληρωθῶσιν αἱ Γραφαί.” 50Καὶ ἀφέντες αὐτὸν, ἔφυγον πάντες.

Jesus Before the Council

53Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα, καὶ συνέρχονται αὐτῷ πάντες οἱ ἀρχιερεῖς, καὶ οἱ πρεσβύτεροι, καὶ οἱ γραμματεῖς. 54Καὶ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ, ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως· καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν, καὶ θερμαινόμενος πρὸς τὸ φῶς. 55Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ Συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν, εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ ηὕρισκον. 56Πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. 57Καί τινες ἀναστάντες, ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ λέγοντες, 58ὅτιἩμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος, ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον, τὸν χειροποίητον, καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω. 59Καὶ οὐδὲ οὕτως ἴση ἦν μαρτυρία αὐτῶν. 60Καὶ ἀναστὰς ἀρχιερεὺς εἰς μέσον, ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων, “Οὐκ ἀποκρίνῃ οὐδέν; Τί οὗτοί σου καταμαρτυροῦσιν;” 61 δὲ ἐσιώπα, καὶ οὐκ ἀπεκρίνατο οὐδέν. Πάλιν ἀρχιερεὺς ἐπηρώτα αὐτὸν, καὶ λέγει αὐτῷ, “Σὺ εἶ Χριστὸς, Υἱὸς τοῦ εὐλογητοῦ;” 62 δὲ Ἰησοῦς εἶπεν, “Ἐγώ εἰμι. Καὶ ὄψεσθε τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως, καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ .” 63 δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει, “Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; 64Ἠκούσατε τῆς βλασφημίας. Τί ὑμῖν φαίνεται;” Οἱ δὲ πάντες κατέκριναν αὐτὸν, ἔνοχον εἶναι θανάτου. 65Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ, καὶ περικαλύπτειν αὐτοῦ τὸ πρόσωπον, καὶ κολαφίζειν αὐτὸν, καὶ λέγειν αὐτῷ, “Προφήτευσον!” Καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔλαβον.

  1. Home
  2. Read
  3. CNTR SR