Mark 15

Pilate delivers Jesus to be Crucified

6Κατὰ δὲ ἑορτὴν, ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον, ὃν παρῃτοῦντο. 7Ἦν δὲ λεγόμενος Βαραββᾶς, μετὰ τῶν στασιαστῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. 8Καὶ ἀναβὰς, ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἐποίει αὐτοῖς. 9 δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων, “Θέλετε ἀπολύσω ὑμῖν τὸν Βασιλέα τῶν Ἰουδαίων;” 10Ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. 11Οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον, ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. 12 δὲ Πιλᾶτος πάλιν ἀποκριθεὶς ἔλεγεν αὐτοῖς, “Τί οὖν ποιήσω ὃν λέγετε τὸν Βασιλέα τῶν Ἰουδαίων;” 13Οἱ δὲ πάλιν ἔκραξαν, “Σταύρωσον αὐτόν!” 14 δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς, “Τί γὰρ ἐποίησεν κακόν;” Οἱ δὲ περισσῶς ἔκραξαν, “Σταύρωσον αὐτόν!” 15 δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας, ἵνα σταυρωθῇ.

  1. Home
  2. Read
  3. CNTR SR