Mark 2

Jesus Heals a Paralytic

1Καὶ εἰσελθὼν πάλιν εἰς Καφαρναοὺμ δι᾽ ἡμερῶν, ἠκούσθη ὅτι ἐν οἴκῳ ἐστίν. 2Καὶ συνήχθησαν πολλοὶ, ὥστε μηκέτι χωρεῖν, μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. 3Καὶ ἔρχονται φέροντες πρὸς αὐτὸν παραλυτικὸν, αἰρόμενον ὑπὸ τεσσάρων. 4Καὶ μὴ δυνάμενοι προσενέγκαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες, χαλῶσι τὸν κράβαττον ὅπου παραλυτικὸς κατέκειτο. 5Καὶ ἰδὼν Ἰησοῦς τὴν πίστιν αὐτῶν, λέγει τῷ παραλυτικῷ, “Τέκνον, ἀφέωνται σου αἱ ἁμαρτίαι.” 6Ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ, καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν, 7Τί οὗτος οὕτως λαλεῖ; Βλασφημεῖ! Τίς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ εἷς Θεός;” 8Καὶ εὐθὺς ἐπιγνοὺς Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως διαλογίζονται ἐν ἑαυτοῖς, λέγει αὐτοῖς, “Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; 9Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, ἀφέωνταί σοι αἱ ἁμαρτίαι , εἰπεῖν, Ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει ; 10Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει Υἱὸς τοῦ Ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας”, (λέγει τῷ παραλυτικῷ), 11Σοὶ λέγω, ἔγειρε ἆρον τὸν κράβαττόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.” 12Καὶ ἠγέρθη, καὶ εὐθὺς ἄρας τὸν κράβαττον, ἐξῆλθεν ἔμπροσθεν πάντων, ὥστε ἐξίστασθαι πάντας, καὶ δοξάζειν τὸν Θεὸν λέγοντας, ὅτιΟὕτως οὐδέποτε εἴδομεν.”

  1. Home
  2. Read
  3. CNTR SR