Mark 6

Jesus Rejected at Nazareth

1Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶ ἔρχεται εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. 2Καὶ γενομένου Σαββάτου, ἤρξατο διδάσκειν ἐν τῇ συναγωγῇ· καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες, “Πόθεν τούτῳ ταῦτα, καὶ τίς σοφία δοθεῖσα τούτῳ, καὶ αἱ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γινόμεναι; 3Οὐχ οὗτός ἐστιν τέκτων, υἱὸς τῆς Μαρίας, καὶ ἀδελφὸς Ἰακώβου, καὶ Ἰωσῆτος, καὶ Ἰούδα, καὶ Σίμωνος; Καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς;” Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. 4Καὶ ἔλεγεν αὐτοῖς Ἰησοῦς, ὅτιΟὐκ ἔστιν προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ, καὶ ἐν τοῖς συγγενέσιν αὐτοῦ, καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.” 5Καὶ οὐκ ἐδύνατο ἐκεῖ ποιῆσαι οὐδεμίαν δύναμιν, εἰ μὴ ὀλίγοις ἀρρώστοις, ἐπιθεὶς τὰς χεῖρας, ἐθεράπευσεν. 6Καὶ ἐθαύμασεν διὰ τὴν ἀπιστίαν αὐτῶν.

Καὶ περιῆγεν τὰς κώμας, κύκλῳ διδάσκων. 7Καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων. 8Καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν, εἰ μὴ ῥάβδον μόνον, μὴ ἄρτον, μὴ πήραν, μὴ εἰς τὴν ζώνην χαλκόν, 9ἀλλὰ ὑποδεδεμένους σανδάλια, καὶ μὴ ἐνδύσησθε δύο χιτῶνας. 10Καὶ ἔλεγεν αὐτοῖς, “Ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν. 11Καὶ ὃς ἂν τόπος μὴ δέξηται ὑμᾶς, μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν, ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν, εἰς μαρτύριον αὐτοῖς.” 12Καὶ ἐξελθόντες, ἐκήρυξαν ἵνα μετανοῶσιν. 13Καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.

17Αὐτὸς γὰρ Ἡρῴδης, ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην, καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα, τὴν γυναῖκα Φιλίππου, τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν. 18Ἔλεγεν γὰρ Ἰωάννης τῷ Ἡρῴδῃ, ὅτιΟὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου.” 19 δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ, καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο· 20 γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ, πολλὰ ἠπόρει, καὶ ἡδέως αὐτοῦ ἤκουεν. 21Καὶ γενομένης ἡμέρας εὐκαίρου, ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίησεν, τοῖς μεγιστᾶσιν αὐτοῦ, καὶ τοῖς χιλιάρχοις, καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας. 22Καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτοῦ Ἡρῳδιάδος, καὶ ὀρχησαμένης ἤρεσεν τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις. δὲ βασιλεὺς εἶπεν τῷ κορασίῳ, “Αἴτησόν με ἐὰν θέλῃς, καὶ δώσω σοι.” 23Καὶ ὤμοσεν αὐτῇ, ὅτι ἐάν αἰτήσῃς, με, δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου.” 24Καὶ ἐξελθοῦσα, εἶπεν τῇ μητρὶ αὐτῆς, “Τί αἰτήσωμαι;” δὲ εἶπεν, “Τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτίζοντος.” 25Καὶ εἰσελθοῦσα εὐθὺς μετὰ σπουδῆς πρὸς τὸν βασιλέα, ᾐτήσατο λέγουσα, “Θέλω ἵνα ἐξαυτῆς δῷς μοι ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ.” 26Καὶ περίλυπος γενόμενος βασιλεὺς, διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους οὐκ ἠθέλησεν ἀθετῆσαι αὐτήν. 27Καὶ εὐθὺς ἀποστείλας βασιλεὺς σπεκουλάτορα, ἐπέταξεν ἐνέγκαι τὴν κεφαλὴν αὐτοῦ. Καὶ ἀπελθὼν, ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ, 28καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι, καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. 29Καὶ ἀκούσαντες, οἱ μαθηταὶ αὐτοῦ ἦλθον, καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.

Jesus Feeds Five Thousand

30Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν καὶ ἀπήγγειλαν αὐτῷ, πάντα ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν. 31Καὶ λέγει αὐτοῖς, “Δεῦτε ὑμεῖς αὐτοὶ κατ᾽ ἰδίαν εἰς ἔρημον τόπον, καὶ ἀναπαύσασθε ὀλίγον.” Ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν. 32Καὶ ἀπῆλθον ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον κατ᾽ ἰδίαν. 33Καὶ εἶδον αὐτοὺς ὑπάγοντας, καὶ ἐπέγνωσαν πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ, καὶ προῆλθον αὐτούς. 34Καὶ ἐξελθὼν, εἶδεν πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπ᾽ αὐτοὺς, ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά. 35Καὶ ἤδη ὥρας πολλῆς γενομένης, προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἔλεγον, ὅτιἜρημός ἐστιν τόπος, καὶ ἤδη ὥρα πολλή· 36ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας, ἀγοράσωσιν ἑαυτοῖς τί φάγωσιν.” 37 δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, “Δότε αὐτοῖς ὑμεῖς φαγεῖν.” Καὶ λέγουσιν αὐτῷ, “Ἀπελθόντες, ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους, καὶ δώσομεν αὐτοῖς φαγεῖν;” 38 δὲ λέγει αὐτοῖς, “Πόσους ἄρτους ἔχετε; Ὑπάγετε, ἴδετε.” Καὶ γνόντες λέγουσιν, “Πέντε καὶ δύο ἰχθύας.” 39Καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι πάντας, συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. 40Καὶ ἀνέπεσον πρασιαὶ πρασιαὶ, κατὰ ἑκατὸν καὶ κατὰ πεντήκοντα. 41Καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν, εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους, καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ, ἵνα παρατιθῶσιν αὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν. 42Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν. 43Καὶ ἦραν κλάσματα δώδεκα κοφίνων πληρώματα, καὶ ἀπὸ τῶν ἰχθύων. 44Καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους, πεντακισχίλιοι ἄνδρες.

  1. Home
  2. Read
  3. CNTR SR