Mark 8

Jesus Feeds Four Thousand

1Ἐν ἐκείναις ταῖς ἡμέραις πάλιν, πολλοῦ ὄχλου ὄντος, καὶ μὴ ἐχόντων τί φάγωσιν, προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ, λέγει αὐτοῖς, 2Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι, καὶ οὐκ ἔχουσιν τί φάγωσιν. 3Καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ. Καί τινες αὐτῶν ἀπὸ μακρόθεν ἥκασιν.” 4Καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, “Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾽ ἐρημίας;” 5Καὶ ἠρώτα αὐτούς, “Πόσους ἔχετε ἄρτους;” Οἱ δὲ εἶπαν, “Ἑπτά.” 6Καὶ παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς. Καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους, εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ, ἵνα παρατιθῶσιν, καὶ παρέθηκαν τῷ ὄχλῳ. 7Καὶ εἶχαν ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας αὐτὰ, εἶπεν καὶ ταῦτα παρατιθέναι. 8Καὶ ἔφαγον καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας. 9Ἦσαν δὲ οἱ φαγόντες ὡς τετρακισχίλιοι. Καὶ ἀπέλυσεν αὐτούς. 10Καὶ εὐθὺς ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ, ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.

The Leaven of the Pharisees and Herod

14Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾽ ἑαυτῶν ἐν τῷ πλοίῳ. 15Καὶ διεστέλλετο αὐτοῖς λέγων, “Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου.” 16Καὶ διελογίζοντο πρὸς ἀλλήλους, Ὅτι ἄρτους οὐκ ἔχουσιν. 17Καὶ γνοὺς, Ἰησοῦς λέγει αὐτοῖς, “Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; Οὔπω νοεῖτε, οὐδὲ συνίετε; Πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν; 18 Ὀφθαλμοὺς ἔχοντες, οὐ βλέπετε; Καὶ ὦτα ἔχοντες, οὐκ ἀκούετε; Καὶ οὐ μνημονεύετε; 19Ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους κλασμάτων πλήρεις ἤρατε;” Λέγουσιν αὐτῷ, “Δώδεκα.” 20Ὅτε δὲ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε;” καὶ λέγουσινἙπτά.” 21Καὶ ἔλεγεν αὐτοῖς, “Πῶς οὔπω συνίετε;”

  1. Home
  2. Read
  3. CNTR SR