Matthew 11

7Τούτων δὲ πορευομένων, ἤρξατο Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου, “Τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; 8Ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς ἠμφιεσμένον; Ἰδοὺ, οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων 9ἀλλὰ τί ἐξήλθατε; Προφήτην ἰδεῖν; Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. 10Οὗτός ἐστιν περὶ οὗ γέγραπται, Ἰδοὺ, ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. 11Ἀμὴν, λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ. δὲ μικρότερος ἐν τῇ Βασιλείᾳ τῶν Οὐρανῶν, μείζων αὐτοῦ ἐστιν. 12Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ Βαπτιστοῦ ἕως ἄρτι, Βασιλεία τῶν Οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. 13Πάντες γὰρ οἱ προφῆται καὶ νόμος ἕως Ἰωάννου ἐπροφήτευσαν. 14Καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας, μέλλων ἔρχεσθαι. 15 ἔχων ὦτα ἀκούειν, ἀκουέτω.

  1. Home
  2. Read
  3. CNTR SR