Matthew 12

Jesus is the Lord of the Sabbath

1Ἐν ἐκείνῳ τῷ καιρῷ, ἐπορεύθη Ἰησοῦς τοῖς Σάββασιν διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν. 2Οἱ δὲ Φαρισαῖοι ἰδόντες, εἶπαν αὐτῷ, “Ἰδοὺ, οἱ μαθηταί σου ποιοῦσιν οὐκ ἔξεστιν ποιεῖν ἐν Σαββάτῳ.” 3 δὲ εἶπεν αὐτοῖς, “Οὐκ ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ, ὅτε ἐπείνασεν καὶ οἱ μετ᾽ αὐτοῦ; 4Πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς Προθέσεως ἔφαγον, οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν, οὐδὲ τοῖς μετ᾽ αὐτοῦ, εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις; 5 οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ ὅτι τοῖς Σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ Σάββατον βεβηλοῦσιν, καὶ ἀναίτιοί εἰσιν; 6Λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε. 7Εἰ δὲ ἐγνώκειτε τί ἐστιν: Ἔλεος θέλω καὶ οὐ θυσίαν , οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους. 8Κύριος γάρ ἐστιν τοῦ Σαββάτου Υἱὸς τοῦ Ἀνθρώπου.”

Blasphemy against the Holy Spirit

22Τότε προσηνέχθη αὐτῷ δαιμονιζόμενος, τυφλὸς καὶ κωφός, καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν κωφὸν λαλεῖν καὶ βλέπειν. 23Καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον, “Μήτι οὗτός ἐστιν υἱὸς Δαυίδ;” 24Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον, “Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν τῷ Βεεζεβοὺλ, ἄρχοντι τῶν δαιμονίων.” 25Εἰδὼς δὲ τὰς ἐνθυμήσεις αὐτῶν, εἶπεν αὐτοῖς, “Πᾶσα βασιλεία μερισθεῖσα καθ᾽ ἑαυτῆς ἐρημοῦται, καὶ πᾶσα πόλις οἰκία μερισθεῖσα καθ᾽ ἑαυτῆς οὐ σταθήσεται. 26Καὶ εἰ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει, ἐφ᾽ ἑαυτὸν ἐμερίσθη. Πῶς οὖν σταθήσεται βασιλεία αὐτοῦ; 27Καὶ εἰ ἐγὼ ἐν Βεεζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; Διὰ τοῦτο, αὐτοὶ κριταὶ ἔσονται ὑμῶν. 28Εἰ δὲ ἐν Πνεύματι Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς Βασιλεία τοῦ Θεοῦ. 29 πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ ἁρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; Καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει. 30 μὴ ὢν μετ᾽ ἐμοῦ κατ᾽ ἐμοῦ ἐστιν, καὶ μὴ συνάγων μετ᾽ ἐμοῦ σκορπίζει. 31Διὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, δὲ τοῦ Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται. 32Καὶ ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ᾽ ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ Ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι.

The Sign from Jonah

38Τότε ἀπεκρίθησαν αὐτῷ τινες τῶν γραμματέων καὶ Φαρισαίων λέγοντες, “Διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.” 39 δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, “Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. 40Ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας , οὕτως ἔσται Υἱὸς τοῦ Ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. 41Ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ, πλεῖον Ἰωνᾶ ὧδε. 42Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινεῖ αὐτήν· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος, καὶ ἰδοὺ, πλεῖον Σολομῶνος ὧδε.

  1. Home
  2. Read
  3. CNTR SR